Ancient Greek
74.2
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 74.2
Unproofread scanNot analysed yet
καὶ πειρᾶται συμμετέχειν τῆς ἑορτῆς, ἣν ἑορτάζουσι δι’ ἀλλήλων ὁ τε οὐρανὸς καὶ ὁ θεός, ὁ μὲν ἐλλαμπούμενος, ὁ δὲ ἐναυγάζων. καὶ γίνεται ἡμῖν διὰ τὴν πόλιν ὁλόκληρος ἢ πανήγυρις· κοινωνεῖ γὰρ καὶ συμπάρεστιν τοῖς εὐθυμουμένοις ἢ κοινωνοῦσα καὶ τῆς τύχης καὶ τοῦ ὀνόματος, καὶ χορὸς ἵσταται τοῦ διὰ τριῶν τελείων ὁ τελειότατος. συνάγουσι μὲν αἱ βασιλίδες, ἐξάρχει δὲ ὁ χορευταῖος, ἐπεφύμησε δὲ ἅπασα γῆ τε καὶ θάλασσα. ὁ δὲ ὕμνος ἐμπλήσας ἀρμονίας ἅπαντα μὲν φῦλα ἔφα, ἅπαντα δὲ ἑσπέρια γένη, αἱ νῖκαι δὲ ἡλίῳ συνανασχοῦσαι καὶ συνδραμοῦσαι λαμπρῶς ἄχρι τῆς ἑσπέρας συγκαταφέρουσι τῷ βασιλεῖ εἰς τὴν μητρόπολιν τῶν τροπαίων. ἄρα ὑμῖν ὁ χορὸς οὗτος τῶν Δαιδάλου δοκεῖ παραπλήσιος, εἰν ἐκείνος, ὡς φησιν Ὅμηρος, ἵστησεν ἐν Κνωσσῷ τῇ Ἀριάδνῃ; ἢ βελτίων μὲν ὁ δημιουργὸς τοῦ χοροῦ, βελτίω δὲ καὶ τὰ ἔργα;