Ancient Greek
74.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 74.3
Unproofread scanNot analysed yet
ὑπάρχει δὲ ὑμῖν ἐκ τῶν παρόντων ἐγκαλλωπίζεσθαι καὶ σοὶ πρὸς τὴν ἑστίαν τῆς βασιλείας καὶ τῇ νῖν Ῥώμῃ πρὸς τὴν ἀρχαίαν, σοὶ μὲν ὑφ’ ὧν ἐάλωκας, τῇ δὲ ὑφ’ οἷου σπουδάζεται· μᾶλλον δὲ ἀμφοτέροις γινώσκειν ὑπάρχει τεθεαμένοις, σοὶ μὲν ἡλίκης μείζονα κέκτησαι, τῇ πόλει δὲ ἡλίκης ἥτταται, καὶ οὐκ αἰσχύνεται τὸ λοιπὸν τοῖς διυτρείοις ἀντὶ πρωτείων κεχρῆσθαι, οὐδὲ δυσχεραίνει καὶ ἀνίσταται, ὅτι τῶν ἀριστείων καὶ τῶν τροπαίων, ἃ παρῆπεμψεν αὐτῇ καὶ ἐξώρησεν, τῆδε προεορτάζεις τὰ νικητήρια.