Ancient Greek
97.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 97.3
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν τι τούτων ἔνδει· ἡμῖν τῶν ῥημάτων, καὶ ἡ σωφροσύνη ἀμαρβητήσιμος, πρὸς ὃν οὐδὲν σκεμὸν ὁ Ἰππόλυτος, ἢ μνήμην ἂν τις ἐπαιτιάσατο, οὐ μᾶλλον κατέχει τοὺς τύπους ἢ φαντασία ἢ οἱ δακτύλιοι τὰ ἐγγλήματα, ἢ τὴν ἀνδρείαν, ψ ἔχον εἰρήνην ἄγειν πρὸς τοὺς τυράννους, πολλῶν νουθετουμένων, τῆς ἑαυτοῦ ῥασιώνης ἐπίπροσθεν ἐποίησατο τὴν Ῥωμαίων ἐλευθερίαν. μεγαλοπρέπειαν δὲ τὴν μὲν ἐν δαπανήμασι τί ἂν τις λέγοι; τὴν δὲ ἐν τῷ ἄλλῳ μεγέθει τῆς ψυχῆς εἰ τις ἄρα ποθῆ, ἐννοήσάτω δυοῖν ἀνδρῶν, τοῦ μὲν σωτηρίας, τοῦ δὲ τιμωρίας, ὧν τὸν μὲν ἰδίᾳ λυπήσαντα διὰ τὴν ἐς τὰ κοινὰ ἀρετὴν διετήρησε καὶ ἐφύλαξε, τῷ δὲ ἔραγχος οὐκ ἤρκεσε λυγρὸν ὕλεθρον ἢ κολακεία καὶ ἡ θώπεια, ὅτι χρηματισμὸν ἐπεποίητο τὴν ὑπόκρισιν τῆς εὐνοίας.