Ancient Greek
97.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 97.4
Unproofread scanNot analysed yet
Ὅπερ οὖν εἶπον, εἰ μὲν τι τούτων ἔνδει ἡμῖν τῶν ῥημάτων, ἄλλον ἂν τινα ἐπαινοίημεν ἡμεῖς. καὶ οὐχ ὅπερ οἴεται ὁ Ἀρίστωνος· εἰ δὲ ὁ μὲν τύπους βασιλικούς ἐν κοινῷ ὑπεγράφατο διὰ τῶν λόγων, χῆτει παραδείγματος ἀληθινοῦ, ἡμῖν δὲ ἔδωκεν ὁ θεὸς ἐπιδεῖν τὴν μορφὴν ἐν ἧ ἐξέλαμψαν οἱ τύποι καὶ ἐξεφάνησαν, εἴημεν, ὡς ἔοιχε, τοῦ θείου Πλάτωνος οὐ κολακικώτεροι, ἀλλ’ εὐποτμότεροι, ὅτι ὁπόσα ἐκεῖνος ὤνειροπόλησεν, ὑπαρ ἡμεῖς τεθεάμεθα.