Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoenicia et Cilicia vitam monasticam degunt (ex epistula 151) 83.1425
Not analysed yet
Ἰωσήφ· «Παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ πάντες οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.» Καὶ ὁ εὐαγγελιστής· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Προκόπτει δὲ ἡλικίᾳ καὶ σοφίᾳ οὐ θεότης ἡ ἀεὶ τελεία, ἀλλ' ἡ ἀνθρωπεία φύσις, ἡ χρόνῳ καὶ γινομένη, καὶ αὐξομένη καὶ τελειουμένη. Οὗ χάριν τὰ μὲν ἀνθρώπινα πάντα τοῦ Δεσπότου Χριστοῦ, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, καὶ ὕπνον, καὶ δειλίαν, καὶ ἱδρῶτας, καὶ προσευχὴν, καὶ ἄγνοιαν, καὶ ὅσα τοιαῦτα τῆς ἡμετέρας ἀπαρχῆς εἶναί φαμεν, ἣν ἀναλαβὼν ὁ Θεὸς Λόγος ἥνωσεν ἑαυτῷ, τὴν ἡμετέραν πραγματευόμενος σωτηρίαν. Τὸν δὲ τῶν χωλῶν δρόμον, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ τὰς τῶν ἄρτων πηγὰς, καὶ τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολὴν, καὶ πάσας τὰς ἄλλας θαυματουργίας τῆς θείας εἶναι δυνάμεως ἔργα πιστεύομεν. Ὡς τὸν αὐτόν φημι δὴ τὸν Δεσπότην Χριστὸν, καὶ πάσχειν, καὶ πάθη λύειν· πάσχειν μὲν κατὰ τὸ ὁρώμενον, λύειν δὲ τὰ πάθη κατὰ τὴν ἀῤῥήτως οἰκοῦσαν θεότητα. Δηλοῖ δὲ τοῦτο σαφῶς καὶ τῶν ἱερῶν Εὐαγγελίων ἡ ἱστορία. Καὶ μανθάνομεν ἐκεῖθεν, ὡς ἐν φάτνῃ κείμενος καὶ σπάργανα περιβεβλημένος, ὑπὸ ἀστέρος ἐκηρύττετο, καὶ ὑπὸ μάγων προσεκυνεῖτο, καὶ ὑπὸ ἀγγέλων ὑμνεῖτο, καὶ διακρίνομεν εὐσεβῶς, ὅτι τὰ ῥάκη, καὶ σπάργανα, καὶ τῆς κλίνης ἡ ἀπορία, καὶ ἡ πολλὴ εὐτέλεια, τῆς ἀνθρωπότητος ἴδια. Ὁ δὲ τῶν Μάγων δρόμος καὶ τοῦ ἀστέρος ἡ ποδηγία καὶ ἡ τῶν ἀγγέλων χορεία κηρύττει τὴν τοῦ κρυπτομένου θεότητα. Οὕτως ἀποδιδράσκει μὲν εἰς Αἴγυπτον, καὶ τῇ φυγῇ τῆς Ἡρώδου μανίας ἀπαλλάττεται· καὶ γὰρ ἄνθρωπος ἦν. Συσσείει δὲ, κατὰ τὸν Προφήτην, τὰ χειροποίητα Αἰγύπτου· Θεὸς γὰρ ὑπῆρχε. Περιτέμνεται καὶ φυλάττει τὸν νόμον καὶ καθαρσίους προσφέρει θυσίας· ἐκ γὰρ τῆς Ἰεσσαὶ βεβλάστηκε ῥίζης. Καὶ ὑπὸ νόμον ὡς ἄνθρωπος ἦν· καὶ ἔλυσε τὸν νόμον μετὰ ταῦτα, καὶ δέδωκε τὴν καινὴν διαθήκην· νομοθέτης γὰρ ἦν, καὶ ταύτην αὐτὸς δώσειν διὰ τῶν προφητῶν ἐπηγγείλατο. Ἐβαπτίσθη ὑπὸ Ἰωάννου· τοῦτο δείκνυσι τὸ ἡμέτερον. Μαρτυρεῖται ἄνωθεν ὑπὸ τοῦ Πατρὸς, καὶ ὑπὸ τοῦ Πνεύματος δείκνυται· τοῦτο κηρύττει τὸν προαιώνιον. Ἐπείνησεν, ἀλλὰ καὶ πολλὰς χιλιάδας ἐκ πέντε ἄρτων ἐκόρεσε· τοῦτο θεῖον, ἐκεῖνο ἀνθρώπινον. Ἐδίψησε καὶ ᾔτησεν ὕδωρ, ἀλλὰ πηγὴ ἦν ζωῆς· καὶ τὸ μὲν ἦν τῆς ἀνθρωπίνης ἀσθενείας, τὸ δὲ τῆς θείας δυνάμεως. Ἐκαθεύδησεν ἐν τῷ πλοίῳ, ἀλλὰ καὶ τῆς θαλάττης τὴν ζάλην ἐκοίμησε· τοῦτο τῆς παθητῆς φύσεως, ἐκεῖνο τῆς ποιητικῆς καὶ δημιουργικῆς καὶ τῆς τοῖς πᾶσι τὸ εἶναι δωρησαμένης. Ἐκοπίασε βαδίσας, ἀλλὰ καὶ χωλοὺς ἀρτίποδας εἰργάσατο, καὶ νεκροὺς ἐκ τῶν τάφων ἀνέστησε· καὶ τὸ μὲν ἦν τῆς ὑπερκοσμίου δυνάμεως, τὸ δὲ τῆς ἡμετέρας ἀσθενείας. Ἐδειλίασε θάνατον, καὶ ἔλυσε