Ancient Greek · ~6 min
Section hyp
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam Section hyp
Not analysed yet
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΗΣΑΙΟΥ ΠΡΟΦΗΤΕΙΑΣ Ἅπαντες (οἱ) θεσπέσιοι προφῆται οὐ μόνον τὰ τῷ Ἰσραὴλ συμβησόμενα ὑπηγόρευσαν, ἀλλὰ καὶ τῶν ἐθνῶν τὴν (σωτηρίαν ἐθέ)σπισαν καὶ τὴν δεσποτικὴν προεμήνυσαν ἐπιφάνειαν· πάντων δὲ μάλιστα ὁ θειότατος Ἡσαΐας ταύ(την ἐ)πιστεύθη τὴν πρόρρησιν. Σαφῶς (γὰρ) ἅπαντα προλέγει· καὶ τὴν ἐξ Ἀβραὰμ καὶ Δαυὶδ βλαστήσασαν εὐλογ(ίαν καὶ τὴν ἐκ) παρθένου γένν(ησιν) τοῦ σωτῆρος καὶ τὰς παντοδαπὰς θαυματουργίας καὶ τῆς ἰάσεως τὰς πηγὰς (καὶ τὴν) Ἰουδαίων βασκα(νίαν) καὶ λύτταν καὶ τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν καὶ (τὴν εἰς οὐρανοὺς) ἄνοδον τῶν (τε) ἀποστόλων τὴν ἐκλογὴν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν· προλέγει (δὲ πρὸς τούτοις καὶ τὴν δευ)τέραν τοῦ θεοῦ (καὶ) σωτῆρος ἡμῶν ἐπιφάνειαν, προαγορεύει καὶ τὴν Ἰουδαίων διασπο(ρὰν καὶ τὴν παντελῆ) τοῦ ναοῦ ἐρημίαν καὶ Ἀσσυρίων καὶ Ῥωμαίων τὰς κατ' αὐτῶν στρατείας, προλέγει καὶ τὴν ἀπὸ (Βα)βυλῶνος (ἐ)πάν(οδον καὶ) τὴν Βαβυλωνίων πανωλεθρίαν, προαγορεύει καὶ τῇ Αἰγύπτῳ τινὰ καὶ τῇ Τύρῳ καὶ τῇ (Δαμασκῷ) καὶ μέντοι καὶ Μωαβίταις καὶ Ἀμμανίταις καὶ Ἰδουμαίοις καὶ ἕτερα πρὸς τούτοις πολλά· (πρὸ πάν)των μέντοι τὴν ἐσχάτην Ἰουδαίων πανω(λεθρίαν) ὀδύρεται ἣν ὑπέμ(ει)ναν τῆς (κατὰ τοῦ δεσπότου μανίας) εἰσπραττό(μενοι) δίκας. Τῆς δὲ προφητικῆς συνθήκης τὰ μέν ἐστι σαφῆ (καὶ γυμν)ὴν ἔχο(ντα τὴν διάνοιαν), τὰ δὲ τρο(πικῶς εἰρημ)ένα καὶ ἑρμηνείας δεόμενα. Ἐγὼ τοίνυν πειράσομαι τὰ (μὲν συντόμως εἰπεῖν τὰ δὲ) διὰ πλειόνων (διεξελθ)εῖν· πλὴν κἀν τούτοις φροντιῶ τῆς συντ(ομίας εἰς δύναμιν).