Ancient Greek · ~8 min
Section prol
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam Section prol
Not analysed yet
ΠΡΟΛΟΓΟΣ Εἰ μὲν τὴν ἐμαυτοῦ πτωχεί[αν] ἐλογ[ιζό]μην, παρ' ἑτέρων ἠρανιζόμην τροφήν· ἐπειδὴ δὲ καὶ πτωχοὺς οἶδα πολλοὺς ἀφ' ὧν ἔχουσι μεταδιδόντας καὶ τὸν δίκαιον κριτὴν ἐπαινοῦντα τὴν γνώμην καὶ ταύτῃ μετροῦντα τὴν ἀμοιβήν, ἐπιχειρῶ κἀγὼ τῆς πτωχείας ὑπερβῆναι τοὺς ὅρους καὶ ὧν ἔλαβον ψιχίων μεταδοῦναι τοῖς ὁμοπίστοις. Μεμάθηκα γὰρ ὡς οὐ μόνον τῶν πέντε καὶ τῶν δύο ταλάντων τὴν ἐργασίαν ὁ δεσπότης τοὺς οἰκέτας εἰσέπραξεν, ἀλλὰ καὶ τὸν ἓν εἰληφότα μόνον εἰς μέσον ἤγαγε καὶ τὴν ἀργίαν εὑρὼν τιμωρίαν ἐσχάτην ἐπέθηκεν. Τοῦτό με διαφερόντως δεδίττεται, τοῦτο τὸ δέος ἐξελαύνει τῆς πενίας τὸ δέος καὶ κατατολμᾶν βιάζεται πράγματος τοῖς εὐπόροις ἁρμόττοντος. Θαρρῶ δὲ καὶ τῇ τοῦ θεοῦ μου δυνάμει καὶ χάριτι· οὕτω μὲν γὰρ αὐτῷ ῥᾷστα πάντα καὶ λίαν ἐστὶν εὐπετῆ, ὡς καὶ ὄνῳ φωνὴν ἀνθρωπείαν πρὸς ὀλίγον χαρίσασθαι καὶ πέτραν ἄγονον πηγὴν ἡδίστων τε καὶ πλείστων ἀποφῆναι ναμάτων· οὕτω <δὲ> φιλότιμός ἐστι τῶν ἀγαθῶν χορηγός, ὡς μὴ μόνον τοῖς ἁγίοις παρασχεῖν τῆς προφητείας τὴν χάριν, ἀλλὰ καὶ γλώττῃ μαντικὴν ψευδολογίαν δεδιδαγμένῃ ἀληθῆ δοῦναι χρησμολογίαν καὶ πρόρρησιν τῶν μετὰ χρόνους ἐσομένων μακρούς. Τοῦτο [τῆ]ς φιλανθρωπίας τὸ πέλαγος ἐπιστάμενος ἀνοίγω τὸ στόμα καὶ τοὺς κρουνοὺς ἀναμένω. Μι[μήσομαι δὲ] καὶ τὴν χήραν ἐκείνην ἣ τὴν προφητικὴν εὐλογίαν τῷ ἐλαίῳ κομίσασα ἐκ τῆς βραχείας λιβάδος ὅσα συνήθροισεν ἀγγεῖα πεπλήρωκε καὶ τὸ χρέος ἐξέτισεν. Ἐμβαλῶ γὰρ κἀγὼ τῷ τῆς ψυχῆς ἀγγείῳ τὴν προφητικὴν εὐλογίαν καὶ ἀναβλύσειν πιστεύω τὴν ἑρμηνείαν· τὰ <αὐτὰ> γὰρ Ἐλισσαίῳ τῷ θεσπεσίῳ καὶ ὁ θειότατος Ἡσαΐας δρᾶσαι δυνήσεται. Τούτου γὰρ ἐπὶ τοῦ παρόντος ἑρμηνεῦσαι τὴν προφητείαν πειράσομαι· τῶν γὰρ ἄλλων προφητῶν σὺν θεῷ φάναι πλὴν Ἱερεμίου τοῦ θαυμασίου τὸν νοῦν ὡς ἐνῆν ἀνεπτύξαμεν, συντομίας ὅτι μάλιστα καὶ σαφηνείας πεφροντικότες. Μεταδώσει δὲ πάντως καὶ νῦν ἡμῖν ὁ φιλάνθρωπος φωτιζού[σης] ἀκτῖνος καὶ τὰ κεκρυμμένα γυμνούσης. Οὕτως γὰρ τοῦ παναγίου πνεύματος εὑρόντες τὸν θησαυρὸν τοῖς φιλομαθέσι προθήσομεν. Πρὸ δὲ πάντων ἐροῦμεν τὴν τῆς προφητείας ὑπόθεσιν· οὕτω γὰρ εὐσύνοπτος ἡ κατὰ μέρος ἑρμηνεία γενήσεται.