Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.569
Not analysed yet
τοὺς ἀνθρώπους διαναπαύουσα, ἀδεῶς τὴν τροφὴν παρέχει τοῖς θηρίοις πορίζεσθαι. Καὶ ἴσως ἄν τις εἴποι τῶν τὴν πρόνοιαν ἀρνουμένων· Τί δήποτε γὰρ ἐδημιουργήθη τὰ θηρία; Ποίαν δὲ τοῖς ἀνθρώποις χρείαν πληροῖ; Ἀλλὰ τὴν περὶ τούτων ἀπολογίαν ἐν τῷ περὶ τῶν θηρίων ἀναμενέτω λόγῳ· τέως δὲ ὁ λόγος ὁδῷ βαδιζέτω. Ὅτι τοίνυν ἀναγκαία, καὶ λίαν τοῖς ἀνθρώποις ὠφέλιμος τῆς νυκτὸς ἡ χρεία, ἀπόχρη μὲν, ὡς οἶμαι, καὶ τὰ εἰρημένα διδάξαι. Προσθήσει δὲ ὅμως ὁ λόγος ἕτερα, τοῖς προτέροις συμμαρτυροῦντα. Ἐπειδὴ γὰρ θνητὴν εἴχομεν τὴν φύσιν, καὶ περιωρισμένην ζῶμεν ζωὴν, ἐχρῆν ἡμᾶς μαθεῖν καὶ τοῦ χρόνου τὰ μέτρα. Ἡ νὺξ τοιγαροῦν, μέση τῶν ἡμερῶν γινομένη, μετρεῖσθαι τὸν χρόνον ποιεῖ. Εἰ γὰρ ἀδιάδοχον ἐμεμενήκει τὸ φῶς, οὐκ ἂν ἐνιαυτῶν ἐμεμαθήκειμεν κύκλους, οὐκ ἂν μηνῶν ἐδιδάχθημεν ἀριθμὸν, μία δ' ἂν ἔδοξεν ἡμέρα παντὸς εἶναι τοῦ παρόντος αἰῶνος τὸ μέτρον, ὅπερ ἕξειν τὸν προσδοκώμενον αἰῶνα πιστεύομεν· ἀνέσπερον γὰρ τὴν ἡμέραν ἐκείνην καὶ παντελῶς ἀδιάδοχον ἔσεσθαι δεδιδάγμεθα. Τοιοῦτος γὰρ τοῖς ἀθανάτοις ἐσομένοις καὶ ὁ αἰὼν ἁρμόττει. Ἐπὶ δὲ τοῦ παρόντος πολλῶν ἐνδεεῖς ὄντας διὰ τὸ τῆς φύσεως θνητὸν καὶ ἐπίκηρον, ἔδει τοῦ χρόνου τὰ μέτρα γινώσκειν, ἵνα παραῤῥέοντα τοῦτον ἡμᾶς ὁρῶντες, ἡμῶν αὐτῶν ἐπιμελώμεθα, καὶ πρὸς τὴν ἀποδημίαν ἑτοίμους παρέχωμεν. Διαδεχομένη τοιγαροῦν ἡ νὺξ τὴν ἡμέραν, μέτρον γίνεται τοῦ χρόνου, καὶ τοῦτο ἑπτάκις γιγνόμενον τὴν ἑβδομάδα ποιεῖ. Τοῦ δὲ μηνὸς ἐκ τῆς σελήνης τὸ μέτρον λαμβάνομεν· ἐντεῦθεν γὰρ καὶ τῆς προσηγορίας μετέλαχε· μήνην γὰρ ὀνομάζουσι τὴν σελήνην. Αὕτη γὰρ αὐξουμένη καὶ φθίνουσα, καὶ μηνοειδὴς γιγνομένη, καὶ διχότομος, ἀμφίκυρτός τε καὶ πλησιφαὴς, καὶ πάλιν εἰς τὸ ἀμφίκυρτον μεταβαίνουσα σχῆμα, εἶτα ἐκεῖθεν εἰς τὸ διχότομον, καὶ εἰς τὸ μηνοειδὲς, αὖθις τὸν τῶν τριάκοντα ἡμερῶν ὀλίγων ὡρῶν δεόμενον ἀριθμὸν πληροῖ. Τὸν ἐνιαύσιον δὲ κύκλον, οὐκ ἐκ τῶν μηνῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἡμερῶν διδασκόμεθα. Ἔαρος γὰρ ὑπολάμποντος, μέσον τὸν οὐρανὸν ὁδεύων ὁ ἥλιος, ἡμέρᾳ καὶ νυκτὶ τὴν ἰσότητα πραγματεύεται. Ἐκεῖθεν τὰ βορειότερα τῶν ἑῴων καταλαμβάνων, κἀκεῖθεν ἀνίσχων, σμικρύνει μὲν τὰς νύκτας, αὔξει δὲ τὰς ἡμέρας· θερμότερος δὲ τῇ γῇ προσβάλλων, τοὺς ταύτης πεπαίνει καρπούς. Μέχρι δὲ τῶν εἰωθότων ὅρων ὁδεύσας, ἐπάνεισιν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὰ νότια, καὶ πάλιν ἐν τῷ μετοπώρῳ νυκτὶ καὶ ἡμέρᾳ τὴν ἰσότητα πρυτανεύσας, νοτιώτερος γίνεται, καὶ ταῖς μὲν νυξὶν ἀποδίδωσιν, ἅπερ αὐτῶν λαβὼν δέδωκε ταῖς ἡμέραις· παραχωρεῖ δὲ τῷ ἀέρι πυκνοῦσθαι, καὶ νεφῶν πληροῦσθαι, καὶ πᾶσαν ἄρδειν τὴν ἤπειρον. Ἐκεῖθεν ἐπὶ τὴν ἰσημερινὴν ἐπανιὼν τροπὴν, πληροῖ τὸν ἐνιαύσιον κύκλον. Ἐπειδὴ τοίνυν εἶδες ἡλίου καὶ σελήνης τὴν χρείαν, καὶ νυκτὸς καὶ