Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.621
Not analysed yet
γὰρ ἔοικα τοῖς ἐν πελάγει νηχομένοις, καὶ πανταχόθεν περικλυζομένοις τοῖς κύμασι, καὶ τὴν ἤπειρον καταλαβεῖν ἐπιθυμοῦσι, τοῦ πελάγους τῆς τῶν τεχνῶν σοφίας κατατολμήσας, φιλονεικῶν μὲν διαφυγεῖν τῶν ἐπιόντων ἐνθυμημάτων οἷόν τινων κυμάτων τὴν προσβολὴν, ἐπὶ δὲ τὸ τέλος δραμεῖν, καὶ ὡς ἀκτὴν θαλαττίαν καταλαβεῖν. Τὰς ἄλλας τοίνυν ἁπάσας καταλιπὼν, ἐπὶ τὴν γραμματικὴν βαδιοῦμαι τέχνην τῷ λόγῳ, ἣ τῶν ἄλλων ἐστὶ λογικωτέρα, καὶ ἐμπρέπουσα τῷ ζώῳ τῷ λογικῷ. Αὕτη τοίνυν ἐξεῦρε μὲν στοιχεῖα, καὶ ἀριθμῷ περιώρισε, συνέζευξε δὲ ταῦτα πρὸς ἄλληλα, καὶ συλλαβῶν συζυγίας εἰργάσατο· εἶτα δύο καὶ τρεῖς κατὰ ταυτὸν συνάψασα συλλαβὰς, τῶν ὀνομάτων ἐδίδαξε τὴν ἀνάγνωσιν· συνθεῖσα δὲ ταῦτα καὶ ἐξυφήνασα, μίαν τοῦ λόγου τὴν ἁρμονίαν εἰργάσατο. Ἐντεῦθεν βίβλοι μυρίαι λόγων ἀρχαίων ἐπλήσθησαν· αἱ μὲν, ἱερῶν καὶ θείων καὶ μυστικῶν, αἱ δὲ, τῆς ἔξωθεν παιδείας· ἣ ποικιλίᾳ μέτρων, καὶ ὀνομάτων κάλλει, καὶ συνθήκης ἁρμονίᾳ τὸ μυθῶδες συγκαλύπτουσα, τέρπει μὲν τὴν ἀκοὴν, ὅπλον δὲ τοῖς εὐσεβέσι κατὰ τῶν τῆς ἀσεβείας γίνεται τροφίμων. Διὰ ταύτης τῆς ἐπιστήμης ἀπόντες ὁμιλοῦμεν ἀλλήλοις, καὶ οἱ πολλῶν ἡμερῶν ὁδὸν ἀφεστηκότες, καὶ πολλοὺς σταθμοὺς ἐν μέσῳ διατειχίζοντας ἔχοντες, πέμπομεν ἀλλήλοις διὰ χειρῶν τὰ τῆς ἐννοίας κυήματα. Καὶ ἀργεῖ μὲν ἡ γλῶττα, τὸ πρῶτον ὄργανον τοῦ λόγου, ὑπουργεῖ δὲ τῷ λόγῳ ἡ δεξιὰ, καὶ μεταχειριζομένη τὸν κάλαμον, ἐγχαράττει τῷ χάρτῃ τὴν πρὸς τὸν φίλον διάλεξιν· καὶ γίνεται ὄχημα τοῦ λόγου, οὐκέτι γλῶττα καὶ στόμα, ἀλλὰ χεὶρ ἀσκήσασα τῷ χρόνῳ τὴν τέχνην, καὶ τῶν στοιχείων τὴν συνθήκην ἀκριβῶς ἐκμαθοῦσα. Τούτου χάριν ὁ Ποιητὴς τοιαύτας ἡμῖν ἐτεκτήνατο τὰς χεῖρας, εἰς πέντε δακτύλους διεσχισμένας, ἀντέταξε δὲ τοῖς τέτρασι τὸν μέγαν. Οὔτε γὰρ οἷόν τε ἦν ἐν ἴσοις διακειμένοις δακτύλοις, παντοδαπὴν ἐνέργειαν ἐνεργεῖσθαι. Νῦν δὲ τοῦ μεγάλου τοῖς ἄλλοις ἀντικειμένου, καὶ γραφίδα μάλα ῥᾳδίως κατέχομεν, καὶ σκαπάνην, καὶ δίκελλαν, πρίονά τε, καὶ σκέπαρνον, καὶ σφύραν, καὶ πυράγραν, καὶ πάντα ὅσα τέχνης ἐστὶν ὄργανα. Θεωρήσας τοιγαροῦν διὰ τοῦ λόγου, ὅσης περὶ τὴν δημιουργίαν τῆς προνοίας ἀπήλαυσας, ὁπόσας σοι τέχνας καὶ ἐπιστήμας οὐ μόνον εἰς τὸ ζῇν, ἀλλὰ καὶ εἰς τὸ εὖ ζῇν ἐδωρήσατο, πολλῇ φιλοτιμίᾳ περὶ τὴν σὴν χρησάμενος θεραπείαν, ὅσην σοι κεχάρισται φορὰν ἀγαθῶν, ὅπως θυμήρη σοι τὸν βίον ταῖς ἀπὸ τῶν τεχνῶν πραγματεύηται χρείαις, ὅτι σοι οὐ μόνον τὴν χρείαν, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας ἐπιῤῥεῖν πανταχόθεν ἐμηχανήσατο, ἔκβαλε τὴν ἀχαριστίαν τῆς γλώττης, δίδαξον αὐτὴν εὐφημεῖν, ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν. Μάθε βοᾷν μετὰ τοῦ Προφήτου· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ,