Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.644
Not analysed yet
καὶ μείζονος ἐπιμελείας τῶν ψυχῶν προμηθούμενον, καὶ τῇ χορηγίᾳ τῶν ἀγαθῶν, καὶ τῷ δέει τῶν μαστίγων, τά τε στοιχεῖα τῆς ἀρετῆς ἐκπαιδεύοντα, καὶ τὴν νόσον τῆς κακίας πρόῤῥιζον ἀνασπῶντα, καὶ ἀκραιφνῆ τῆς ψυχῆς τὴν ὑγείαν πραγματευόμενον; «Παῦσον τοίνυν τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι βλασφημίαν. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.» Βλέπε τὴν περὶ σὲ κηδεμονίαν, καὶ τὸν προμηθούμενον ὕμνησον, ἵνα σου τὸ εὔγνωμον περὶ τὰς χάριτας θεασάμενος, καὶ νῦν ἐπικλύσῃ σε ταῖς εὐεργεσίαις, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀξιώσῃ· ὧν καὶ ἡμεῖς τύχοιμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ϛʹ. Ὅτι καὶ πλοῦτος καὶ πενία τῷ βίῳ χρήσιμοι. Πολλάκις μὲν ἤδη μετὰ τοῦ Προφήτου τοῖς παρανομοῦσιν εἶπον· «Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας, μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν,» ἀκυβέρνητον καταλιπεῖν αὐτὸν φάσκοντες ἣν πεποίηκε κτίσιν. Ἀλλὰ τοὺς λίαν ἀγνώμονας, οὔτε οὐρανοὶ πείθουσι διηγούμενοι, κατὰ τὸν Προφήτην, τὴν δόξαν τοῦ Θεοῦ, οὔτε ἥλιος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ ὡς νυμφίος, καὶ τῶν τερμάτων ἐφικνούμενος καὶ λαμπρότητι καὶ θερμότητι· οὔτε σελήνη ἀλλοιουμένη, καὶ τὰ μέτρα τοῦ χρόνου τεκταινομένη· οὔτε ἀστέρες ἀνίσχοντες καὶ δυόμενοι, καὶ τοὺς μὲν τῆς θαλάττης ξεναγοῦντες ὁδίτας, τοὺς δὲ γηπόνους διεγείροντες εἰς ἀμητὸν καὶ σπερμάτων καταβολήν· οὐχ ὡρῶν διαδοχαὶ, οὐ τροπῶν μεταβολαὶ, οὐ νεφῶν ὠδῖνες εὔκαιροι καὶ κατάλληλοι, οὐ γῆς καὶ θαλάττης ὁμόνοια, οὐ ποταμῶν ῥεύματα, οὐ πηγῶν νάματα, οὐ καρπῶν ἀφθονία, οὐ ζώων ποικιλία καὶ χρεία, οὐ σώματος δημιουργία λογικῷ πρέπουσα, οὐ ψυχῆς ἀθανασία καὶ σοφία τὸ σῶμα κυβερνῶσα, οὐ τέχναι παντοδαπαὶ καὶ μυρίαι, οὐ τὰ ἀναγκαῖα μόνον, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας πορίζουσαι, οὔτ' ἄλλα ὅσα ὁ μεγαλόδωρος τῇ φύσει τῶν ἀνθρώπων ὁσημέραι προσφέρει. Ἀλλὰ καὶ τούτων ἁπάντων ἀπολαύοντες, λυττῶσι καὶ μεμήνασι, καὶ τὴν πολλὴν ἐπιμέλειαν ἀμέλειαν ὀνομάζουσι, καὶ τὸν πλοῦτον ἡμῖν καὶ τὴν πενίαν εἰς μέσον προβάλλονται, καὶ τῆς ἀνωμαλίας τοῦ βίου κατηγοροῦσι. Φέρε τοίνυν, τὸν σοφῶς ἰθύνοντα τῆς οἰκουμένης τὸ σκάφος ἐπίκουρον τοῦ λόγου λαβόντες, τοῖς τε προβλήμασιν ἀπαντήσωμεν, καὶ τὰς ἀντιθέσεις διαλύσωμεν, καὶ τὴν ὑπ' αὐτῶν πλεκομένην κατηγορίαν, ἱστὸν ἀράχνης ἀποφήνωμεν. Τί δήποτε, φασὶ, πλουτοῦσι μὲν τῶν ἀνθρώπων οἱ πονηρότατοι, καὶ μυρίοις πάντοθεν ἀγαθοῖς πε-