Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.645
Not analysed yet
ριῤῥέονται, καὶ ἐξ οὐρίων τὸν βίον ὁδεύουσι, καὶ λαμβάνουσιν ἀδικίας ἐφόδιον τοῦ πλούτου τὰ ῥεύματα; Ὕλη γὰρ ἡ εὐπορία γίνεται τῇ τῆς πλεονεξίας φλογὶ, καὶ συνεργὸν τὸν πλοῦτον ἡ πονηρία λαμβάνουσα, μέγιστον ἀνάπτει πυρσὸν, καὶ ἣ δύναμις τῇ βουλήσει προσγινομένη, ἀφόρητον ποιεῖ τὸ κακόν· οἱ δὲ τῆς ἀρετῆς φροντισταὶ, πενίᾳ συζῶσι, καὶ ἐν δυσκληρίαις ταλαιπωροῦσι, καὶ αὐτῶν τῶν ἀναγκαίων σπανίζουσιν, αὐχμῶσι, ῥυπῶσιν, εἰς γῆν κεκύφασι, παροινοῦνται, προπηλακίζονται, μυρία ὅσα ὑπομένουσιν ἀλγεινά. Οὐκοῦν πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τίνα ὅρον εὐδαιμονίας εἶναί φασι. Καὶ εἰ μὲν τὸν πλοῦτον φαῖεν, παραυτίκα τὸ ψεῦδος αὐτῶν διελέγξομεν. Πῶς γὰρ εὐδαιμονίας δημιουργὸς ὁ τῆς ἀδικίας, ὡς ἔφασαν, συνεργός; Εἰ γὰρ διὰ τούτου οἱ πονηρίᾳ συζῶντες τὰς ὀφρῦς ἀνασπῶσι, καὶ τὰς γνάθους φυσῶσι, καὶ ἐφ' ἵππων καὶ ὀχημάτων φερόμενοι, σοβοῦσι τὴν ἀγορὰν, τοσοῦτον τοὺς ἄλλους ὑπερφρονοῦντες, ὅσον αὐτοὺς ὑπερορᾶσθαι προσήκει, ἀδικοῦσι, πλεονεκτοῦσι, τὰ ἀλλότρια σφετερίζονται, τῶν οὐ προσηκόντων ἐφίενται, τὰ τοῦ πέλας ἀφαιροῦνται, τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐντρυφῶσι, τὰς τῶν πενήτων ἐμπορεύονται συμφορὰς, καὶ ταῦτα δρῶσι, τῇ δυνάμει τοῦ πλούτου χρώμενοι συνεργῷ, πῶς ὁ πλοῦτος ὅρος εὐδαιμονίας, καὶ εὐκληρίας ὑπόθεσις; εἰ δὲ τὴν ἀρετὴν φαῖεν τῶν ἀγαθῶν τὸ κάλλιστον, καὶ τὸν ταύτης θερμὸν ἐραστὴν, καὶ σπουδαῖον ἐργάτην, ἐν τῇ ἀκροτάτῃ τῶν ἀγαθῶν εἶναι λέγουσι κορυφῇ, τί δήποτε πρὸς τὸν πλοῦτον ἀποβλέπουσι, καὶ τοὺς πλουτοῦντας ζηλωτοὺς ἀποκαλοῦσιν; Ἐναντία γὰρ ἐκ διαμέτρου χρημάτων εὐπορία, καὶ ἀρετῆς κατορθωμάτων περιουσία. Ἐξετάσωμεν δὲ, κοινὴν ποιούμενοι ζήτησιν, ἐπίκουρον λαβόντες τῆς ἀληθείας τὸ φῶς, ὁποῖα τῆς ἀρετῆς τὰ εἴδη, καὶ πῶς ἄν τινι ῥᾳδίως ἡ τούτων κτῆσις προσγένοιτο. Οὐκοῦν ἀρετὴν μὲν ὁριζόμεθα, φρόνησιν, σωφροσύνην, ἀνδρίαν, δικαιοσύνην, καὶ τὰ ἀπὸ τούτων γεννώμενα, ἢ ἐν τούτοις περιεχόμενα τῆς φιλοσοφίας μόρια. Ἐξετάσωμεν τοιγαροῦν, τί δηλοῖ τῶν εἰρημένων ἕκαστον, καὶ ὁποίαν ἔχει διάνοιαν, ἢ ἑρμηνείαν, ἢ δύναμιν. Οὐκοῦν φρόνησις μὲν ἔστι τοῦ ἐν ἡμῖν λογικοῦ ἡ ἐγρήγορσις, ὥσπερ ἀμέλει παραφροσύνη καὶ ἀφροσύνη πάλιν, ἡ τούτου μέθη ἐκ τῶν παθῶν τικτομένη, καὶ οἷόν τις νεφέλη γενομένη, καὶ πυκνουμένη, καὶ ἐπιπροσθοῦσα, καὶ συνορᾷν αὐτὸν οὐκ ἐῶσα τὸ δέον. Τοῦ λογικοῦ τοιγαροῦν ἡ ὑγεία φρόνησις ὀνομάζεται. Καὶ σωφροσύνην δὲ πάλιν προσαγορεύομεν, τὴν τῶν παθῶν ἐλευθερίαν. Σῶον γὰρ πάλιν καὶ ἄρτιον τοῦ λογικοῦ τὸ φρόνημα κεκτημένου, χαλᾷ μὲν τὰ πάθη, καὶ ὑποῤῥεῖ, καὶ σκεδάννυται, καὶ τὸ φλεγμαῖνον αὐτῶν διαλύεται, φέρεται δὲ εὐτάκτως ἐπὶ τῶν ἵππων ὁ ἡνίοχος νοῦς. Τὴν τῶν παθῶν τοίνυν εὐταξίαν, καὶ τοῦ ἡνιόχου τὴν ὑγείαν, σωφροσύνην