Ancient Greek · ~11 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.713
Not analysed yet
Οἱ μὲν οὖν ταῦτα ἔλεγον, ὁ δὲ οὐκ ἔμελλεν, ἀλλὰ τῇ καμίνῳ τοὺς νεανίας πεπεδημένους παρέπεμπε. Τὸ δὲ πῦρ ἔλυσε μὲν τὸν ἐκ σιδήρου δεσμὸν, τὴν εὐέμπρηστον δὲ τῶν τριχῶν ἐφύλαξε φύσιν· ἅψασθαι δὲ τῆς δοθείσης οὐκ ἠνέσχετο τροφῆς, ἔφυγε δὲ, καὶ τὰ νῶτα δέδωκε, καὶ κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν, τοὺς δὲ τοῦ Θεοῦ θεράποντας ἀκηράτους ἐφύλαττε. Καὶ καινὸν καὶ παράδοξον ἐγένετο θαῦμα. Οἱ μὲν γὰρ ἐν μέσῳ τῆς πυρᾶς ὄντες, καὶ ἐπ' ἀνθράκων βαδίζοντες, πεῖραν τῆς φλογὸς οὐκ ἐλάμβανον· οἱ δὲ περιεστῶτες ἔξωθεν, καὶ τῇ καμίνῳ τὴν τροφὴν χορηγοῦντες, τροφὴ τοῦ πυρὸς ἐγίνοντο. Καὶ οἱ μὲν ἀνῴμωζον ἐμπιπράμενοι, οἱ δὲ ἔνδον ὑμνοῦντες ἐχόρευον, καὶ τὴν κτίσιν ἅπασαν εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλουν, καὶ τοῖς ὑπὸ τῶν ἀνοήτων προσκυνουμένοις στοιχείοις ὑμνεῖν τὸν εὐεργέτην ἐκέλευον. Τοσαύτη δὲ ἦν τῆς θαυματουργίας ἐκείνης ἡ δύναμις, ὡς αὐτὸν ἐκεῖνον δραμεῖν παρ' αὐτοὺς τὸν ἀλαζόνα καὶ μεμηνότα τύραννον, καὶ προσκυνῆσαι τοὺς τὴν τῆς εἰκόνος παραιτησαμένους προσκύνησιν, καὶ πᾶσιν ἐπιστεῖλαι τοῖς ὑπηκόοις, τὸν τούτων γεραίρειν Θεόν. Οὕτως ὁ μέγας Δανιὴλ τὴν αὐτὴν τούτοις συμφορὰν ὑπομείνας, καὶ δορυάλωτος γεγονὼς, καὶ μετὰ βαρβάρων βιοτεύειν ἠναγκασμένος, τὸν πατρῷον ἀκριβῶς διεφύλαττε νόμον, καὶ κατ' ἐκεῖνον πολιτευόμενος, καθαρὰν καὶ ἀκίβδηλον ἐφύλαττε τὴν ψυχὴν, καὶ τοσαύτην ἠφίει τῆς ἀρετῆς τὴν αἴγλην, ὡς καὶ τὸν θηριώδη τύραννον ταῖς τοιαύταις ἀστραπαῖς καταπλῆξαι· καὶ πρῶτον μὲν δήλους τοὺς ἀγνοουμένους ὀνείρους καταστῆσαι, ἔπειτα δὲ καὶ τὸ δέον εἰσηγήσασθαι, καὶ τὸ συνοίσειν μέλλον ὑποδεῖξαι καὶ παραινέσαι. Καὶ τί δεῖ πάντα λέγειν τὰ ὑπ' ἐκείνου γεγενημένα λαμπρῶς; Ὅπως μὲν ὁ βασιλεὺς τὸ προσεύχεσθαι καὶ τὸν Θεὸν ἱκετεύειν ἀπηγόρευσεν· ὅπως δὲ οὗτος πρότερον ἐννόμως εὐχόμενος, καὶ κρύβδην τοῦτο ποιῶν, ἐπειδὴ δὲ ὁ δυσσεβὴς νόμος ἐτέθη, προφανῶς τὸν Θεὸν ἀντιβολῶν διετέλει, τοῦ νόμου καταγελῶν, καὶ τοῦ νομοθέτου καταφρονῶν. Ὅπως παρεδόθη τοῖς λέουσιν· ὅπως κἀκείνους κατέπληξε ταῖς τῆς εὐσεβείας ἀκτῖσι, καὶ οἷόν τισι κημοῖς τοῖς τῆς θείας εἰκόνος χαρακτῆρσιν ἐπέδησεν αὐτῶν τὰ μεμηνότα στόματα· ὅπως εἵλκυσεν εἰς θεωρίαν τοῦ θαύματος τὸν δυσσεβῆ βασιλέα· ὅπως αὐτὸν ἐδίδαξεν, ὡς ὁ τῶν Ἑβραίων Θεὸς πάντων ἐστὶ ποιητὴς καὶ Δεσπότης· ὅπως τὴν τῶν εἰδώλων ἀπάτην διήλεγξε. Δυνατὸν γὰρ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας καταμαθεῖν, καὶ γνῶναι σαφῶς, ὡς δυνατὸν πονηροῖς δεσπόταις δουλεύοντας μηδεμίαν ἐκεῖθεν ἐκμάξασθαι πονηρίαν, ἀλλὰ τὴν ἄκραν τῆς ἀρετῆς καταλαβεῖν κορυφὴν, καὶ τούτους τῆς πλάνης ἐλευθεροῦν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν, καὶ πολλοῖς ἑτέροις προκεῖσθαι σωτηρίας ἀρχέτυπον. Μηδεὶς τοίνυν μήτε τῆς δουλείας κατηγορείτω, μήτε τὴν πονηρὰν δεσποτείαν νικᾷν τῶν δούλων τὴν ἀρετὴν νομιζέτω, ἀλλὰ πανταχόθεν τοῦ Θεοῦ τὴν προμήθειαν ὁράτω. Ἀλλὰ γὰρ τυχὸν εἴποι τις ἄν· Τί δήποτε τοὺς παρανομίᾳ συνεζηκότας ὁ τῶν ὅλων Θεὸς τῷ Βαβυλωνίων παραδέδωκε βασιλεῖ, καὶ τοὺς δικαίους εἴασε δορυαλώτους γενέσθαι; Ποίας τοῦτο προνοίας ἔργον; ποίας ψήφου δικαίας; ποία δὲ οὐκ