Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.749
Not analysed yet
τε γάρ ἐστι, καὶ λύσιν ἐπιδέχεται, διὰ σωμάτων παριόντα νεκρῶν, καὶ ἰλύος δυσώδους, καὶ πολλῶν ἑτέρων δυσοσμίαν ἀφιέντων, οὐδὲν ἰσχύει μιᾶναι, πολλῷ μᾶλλον τοῦ ἡλίου τὸν Ποιητὴν, καὶ τὸν τῶν ἁπάντων Δημιουργὸν, τὸν ἀσώματον, τὸν ἀόρατον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὡσαύτως ἔχοντα, οὐδὲν τῶν τοιούτων μολῦναι δύναται. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, νοήσωμεν οὑτωσί. Ἀπεριόριστον αὐτοῦ τὴν φύσιν εἶναι καὶ φαμὲν καὶ πιστεύομεν. Ἤκουσα γὰρ τοῦ λέγοντος· «Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» Καί· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Καί· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ ὅσα τοιαῦτα μαρτυρεῖται.» Καὶ ὁ μακάριος Δαβὶδ ἐβόα· «Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ ὁ θεσπέσιος Παῦλος· «Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.» Εἰ τοίνυν ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν, οὐδὲν ἔστι τῆς κτίσεως μόριον ἐστερημένον Θεοῦ. Ἀλλ' ἐν τῇ κτίσει τὰ μὲν ἔστιν ἅγια, τὰ δὲ βέβηλα, καὶ τὰ μὲν εὐωδίας, τὰ δὲ δυσωδίας μεστά· καὶ τῶν ἀνθρώπων, οἱ μὲν εὐσεβείᾳ κοσμοῦνται, οἱ δὲ ἀνοσιουργίᾳ ἐγκαλινδοῦνται· ὁ δὲ πάντα πληρῶν, «Εὐδοκεῖ μὲν ἐν τοῖς φοβουμένοις αὐτὸν, μισεῖ δὲ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, καὶ ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, καὶ ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος, καὶ οὐ παροικεῖ αὐτῷ πονηρευόμενος.» Οὐδὲν τοιγαροῦν τῷ ἀκηράτῳ λυμαίνεται. Εἰ γὰρ οἱ τὴν ἰατρικὴν μετερχόμενοι τέχνην, οὐ μεταλαμβάνουσι τραυμάτων τραύματα θεραπεύοντες, ἀλλ' ὑγίειαν μὲν πραγματεύονται τοῖς ἀῤῥωστοῦσι, βλάβην δὲ οὐδεμίαν ἐκεῖθεν πορίζονται, πολλῷ μᾶλλον ὁ ἀριστοτέχνης Θεὸς ἀπαθῆ τὴν φύσιν ἔχων, καὶ τροπῆς ὑπερτέραν, καὶ ἀλλοίωσιν οὐ δεχομένην, οὐδένα παντελῶς ἐκ τῆς ἡμετέρας ἰατρείας εἵλκυσε μολυσμόν. Θαυμάσωμεν τοίνυν αὐτὸν οὐκ ἀγγέλοις τὴν ἡμετέραν ἐπιτρέψαντα θεραπείαν, ἀλλ' αὐτὸν τὴν τῶν ἀνθρώπων ἀναδεξάμενον ἰατρείαν. Οὕτω τοιγαροῦν γεννηθεὶς ὁ Δεσπότης Χριστὸς, ἕλκει μὲν μητρῴαν θηλὴν παραπλησίως ἡμῖν, τίθεται δὲ ἐπὶ φάτνης τῆς τῶν ἀλόγων τραπέζης, καὶ τῆς τῶν ἀνθρώπων ἀλογίας κατηγορῶν, καὶ τὴν οἰκείαν φιλανθρωπίαν παραδηλῶν, ὅτι τροφεὺς ὑπάρχων ὡς Θεὸς, καὶ τροφὴ γίνεται κατὰ τὸ ἀνθρώπειον τῶν ἀνθρώπων, τῶν τὴν πολλὴν ἀλογίαν νενοσηκότων. Ἀλλὰ νῦν τῆς ἀνθρωπείας φύσεως τὴν ἀλογίαν ἀποβαλούσης, καὶ τὸ λογικὸν ἀναλαβούσης, ἡ μυστικὴ αὐτὴν ὑποδέχεται τράπεζα, τύπος ἐκείνης γινομένη τῆς φάτνης, καὶ διδάσκουσα τοὺς ἀνθρώπους, ὡς «Ἡνίκα ὁ ἄνθρωπος ἐν τιμῇ ἦν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Φάτνη τὴν θείαν ἐκεί-