Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.752
Not analysed yet
νην καὶ πνευματικὴν τροφὴν ὑπεδέξατο. Ἐπειδὴ δὲ εἰς ἑαυτὴν ἐπανῆλθεν ἡ φύσις, καὶ τὴν εἰκόνα τὴν θείαν περικεῖσθαι σαφῶς ἐπέγνω, τηνικαῦτα λοιπὸν ἐπὶ τὴν λογικὴν μετέβη τράπεζαν ἡ τροφή. Ἐδέξατο δὲ καὶ περιτομὴν, καὶ θυσίας προσενήνοχε· καὶ γὰρ ἄνθρωπος ἦν· ἔδει δὲ τῇ φυλακῇ τοῦ νόμου, τὴν νίκην ἀποδοῦναι τὴν φύσιν. Φεύγει δὲ καὶ ἀνθρωπίνως εἰς Αἴγυπτον, πανταχοῦ παρὼν ὡς Θεὸς, καὶ τοῖς πᾶσι παριστάμενος, ὥς φησιν ἡ θεία Γραφή. Ἀφικνεῖται δὲ καὶ πρὸς Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἁμαρτίας οὐ δεξάμενος ῥύπον, ἀνέχεται τοῦ βαπτίσματος, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην. Καὶ κηρύττεται ἄνωθεν ὑπὸ τοῦ Πατρὸς, καὶ ὑπὸ τοῦ Πνεύματος δείκνυται. Ὁ μὲν γὰρ Πατὴρ ἄνωθεν ἐβόα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Τὸ δὲ πανάγιον Πνεῦμα ἐν εἴδει περιστερᾶς φαινόμενον, εἷλκε πρὸς ἑαυτὸν τὴν φωνὴν, καὶ τοὺς παρόντας ἐδίδασκε τίς ὁ παρὰ τοῦ Πατρὸς τὴν μαρτυρίαν δεξάμενος. Ἐντεῦθεν πρὸς τοὺς ἀγῶνας λοιπὸν κατὰ τοῦ τυράννου χωρεῖ· καὶ γίνεται στάδιον μὲν τῶν ἀγώνων ἡ ἔρημος, θεαταὶ δὲ τῶν ἀγγέλων οἱ δῆμοι, ἀντίπαλος δὲ, ὁ τῆς ἀληθείας ἀντίπαλος· ὃς πρῶτον μὲν τῆς φωνῆς ἀκούσας, καὶ τῶν προφητικῶν ἀναμνησθεὶς προῤῥήσεων, ἐδεδίει τὴν πάλην· καὶ φέρειν μὲν αὐτοῦ τὴν τῆς ἀρετῆς οὐκ ἴσχυεν ἀστραπὴν, ἀλλὰ καταπαλαίειν ἠπείγετο, ἐδεδοίκει δὲ τὸν ἀγῶνα τῆς φωνῆς μεμνημένος. Ἀλλ' ὁ τῆς ἡμετέρας φύσεως καὶ δημιουργὸς, καὶ πρόμαχος, καὶ στεφανίτης, καὶ ἀγωνοθέτης, οὐ δεδίττεται τὸν ἀνταγωνιστὴν, οὐδὲ ἀποσοβεῖ τὸν θῆρα, ἀλλὰ παραθαῤῥύνει καὶ προτρέπει πρὸς πάλην, ἵνα τὴν προτέραν νίκην ἀφέληται· καὶ παραχωρεῖ πεινᾶσαι τῷ σώματι, τεσσαράκοντα ἡμερῶν νηστεύσαντι μῆκος. Καὶ οὐκ ἐᾷ τῶν ἤδη νενηστευκότων ὑπερβῆναι τὸ μέτρον, ἵνα πιστευθῇ τὸ ἀνθρώπινον. Εἶδεν ὁ δυσμενὴς τὴν πεῖναν, καὶ τὴν νίκην ἤλπισε, καὶ τὴν πάλην ἐθάῤῥησε, καὶ τὸν Ἀδὰμ ἐκεῖνον βλέπειν ἐνόμιζε, τὸ τῆς πείνης θεασάμενος πάθος. Ἀλλὰ προσελήλυθε μὲν ὡς τῷ Ἀδὰμ, εὗρε δὲ τὸν τοῦ Ἀδὰμ Ποιητὴν τὴν τοῦ Ἀδὰμ περικείμενον φύσιν, καί φησι πρὸς αὐτόν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Καὶ παράγει μὲν εἰς μέσον τὴν οὐρανόθεν ἐναχθεῖσαν φωνὴν βεβαιωθῆναι, ἐμπεδωθῆναι δὲ ταύτην αἰτεῖ τῇ τῶν ἄρτων θαυματουργίᾳ. Ἐντεῦθεν ἔστι καταμαθεῖν ἀκριβῶς, ὡς παρ' ἡμῶν αὐτῶν ὁ πολέμιος λαμβάνει τοῦ πλάνου τὰς ἀφορμάς. Πείνην γὰρ θεασάμενος, ἐκ ταύτης ἀκροβολίζεται· ἀλλ' ὁ Σωτὴρ ὁ ἡμέτερος, καὶ πεινῶντος τοῦ σώματος, καὶ δεομένου τροφῆς, θαυματουργεῖν οὐκ ἀνέχεται. Γραφικῷ δὲ λόγῳ κατατοξεύει τὸν τύραννον, καί φησι· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ἀνθρωπίνως δὲ