Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.753
Not analysed yet
τὴν ἀπόκρισιν ἐποιήσατο, καὶ τὴν θεότητα τέως ἀποκρύπτων, καὶ τοῖς ἀνθρώποις τῷ ὁμοίῳ τὴν νίκην πραγματευόμενος. Οὐ γὰρ μόνος, φησὶν, ἄρτος συνεργός ἐστι τῆς τῶν ἀνθρώπων ζωῆς, ἀλλὰ καὶ πᾶς λόγος ὑπὸ Θεοῦ προσφερόμενος, ἀπόχρη ζωὴν τοῖς πεινῶσιν ἀνθρώποις πορίσαι. Πιστεύομεν ὡς καὶ ἄρτου δίχα διαβιῶναι τῶν ἀνθρώπων τὴν φύσιν δυνατὸν βουλομένου Θεοῦ. Οὕτω διαλύσας τοῦ ἀντιπάλου τὰ μηχανήματα, καὶ τὴν δευτέραν αὐτοῦ καὶ τὴν τρίτην προσβολὴν ἀνόνητον δείξας, καὶ ὡς ἄνθρωπος τὰς ἀποδείξεις ποιησάμενος, ἵνα τὴν ἀπολωλυῖαν τοῖς ἀνθρώποις ἀνακτήσηται νίκην, τρέπεται μὲν τὸν ἀλιτήριον, καὶ τὸν κοινὸν τῶν ἀνθρώπων ἀλάστορα παύει τῆς τυραννίδος, ὑπὸ δὲ τῶν τὴν νίκην θεασαμένων ἀγγέλων ἀνακηρύττεται. «Προσελθόντες γὰρ, φησὶν, οἱ ἄγγελοι διηκόνουν αὐτῷ.» Ἐκεῖθεν μυρία ὅσα θαυματουργήσας. Καὶ οἶνον μὲν ἐξ ὕδατος κλημάτων δίχα καὶ γῆς δημιουργήσας, ἐκ πέντε δὲ ἄρτων πολλὰς χιλιάδας κορέσας, καὶ λόγῳ χωλοὺς μὲν ἀρτίποδας ἀποφήνας, λεπρῶν δὲ τὴν λέπραν ἀποξέσας, καὶ χεῖρας ἀργὰς γοργοὺς ἐργασάμενος, καὶ ὀφθαλμοῖς τὸ βλέπειν ἀφῃρημένοις ὑγειᾶ τὴν αἴσθησιν δωρησάμενος, καὶ τάφους ἀνοίξας, καὶ πεπεδημένον καὶ δυσώδη νεκρὸν τρέχοντα δείξας, φεύγοντα μὲν τοῦ θανάτου τὰς χεῖρας, πρὸς δὲ τὸν καλέσαντα Δημιουργὸν ἐπειγόμενον, καὶ μήθ' ὑπὸ τῶν τοῦ θανάτου πυλῶν, μήθ' ὑπὸ τῶν δεσμῶν κατεχόμενον. Ταῦτα καὶ μυρία ἕτερα ἐργασάμενος, βασκαίνεται μὲν ὑπὸ Ἰουδαίων, δέχεται δὲ τὴν ἐπιβουλὴν ἐθελοντὴς, τὴν ἐκ ταύτης ἐσομένην τοῖς ἀνθρώποις προορῶν σωτηρίαν. Καὶ ταῦτα ἄνωθεν διὰ τοῦ προφήτου, προὔλεγεν· «Ἐγὼ δὲ, φησὶν, οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω, ἀλλὰ τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Ταῦτα προειπὼν, ταῦτα παθὼν, τῷ σταυρῷ προσηλοῦται, οὐχ ἁμαρτημάτων δίκας τίνων (ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ), ἀλλὰ τῆς ἡμετέρας φύσεως ἐκτίνων τὸ χρέος. Ὤφειλε γὰρ αὕτη παραβεβηκυῖα τοῦ Πεποιηκότος τοὺς νόμους. Ἐπειδὴ [δὲ] ὀφείλουσα ἐκτίνειν οὐκ ἴσχυσεν, αὐτὸς ὁ Δεσπότης σοφῶς μηχανᾶται τὴν τοῦ ὀφλήματος ἔκτισιν, καὶ ταύτης οἷόν τινα κτήματα τὰ μέλη λαβὼν, καὶ ταῦτα σοφῶς καὶ δικαίως οἰκονομήσας, ἀποπληροῖ τὸ χρέος, καὶ τὴν φύσιν ἐλευθεροῖ. Καὶ τούτων μάρτυρες Ἡσαΐας καὶ Παῦλος, ὁ μὲν πρὸ τοῦ πάθους ταῦτα θεσπίσας, ὁ δὲ μετὰ τὴν ἔκβασιν ἑρμηνεύσας τὴν πρόῤῥησιν· τὸ αὐτὸ δὲ ἀμφοτέροις ἐφθέγξατο Πνεῦμα. Καὶ Ἡσαΐας μὲν πόῤῥωθεν βοᾷ· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν.» Ἀπὸ γὰρ τοῦ ὁρωμένου προσαγορεύει, ἐπειδὴ τὸ ὁρώμενον ἔπασχεν. «Οὗτος, φησὶ, τὰς μαλακίας ἡμῶν φέρει, καὶ περὶ