Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.756
Not analysed yet
ἡμῶν ὀδυνᾶται· ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν πόνῳ εἶναι, καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ, καὶ ἐν κακώσει.» Ὑπελάμβανον γὰρ αὐτὸν οἱ τῷ ξύλῳ προσηλωμένον ὁρῶντες, ὑπὲρ πλείστων ἁμαρτημάτων κολάζεσθαι, καὶ δίκας τίνειν ὑπὲρ οἰκείων πλημμελημάτων. Διὸ καὶ μέσον αὐτὸν δύο κακούργων οἱ Ἰουδαῖοι προσήλωσαν, πονηρὰν αὐτῷ δόξαν κατασκευάσαι βουλόμενοι· ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου διδάσκει, ὅτι αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ σαφέστερον τοῦτο διὰ τῶν ἑξῆς ποιεῖ· «Παιδεία γὰρ, φησὶν, εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Ἐχθροὶ γὰρ ὄντες Θεοῦ, ἅτε δὴ προσκεκρουκότες, παιδείαν καὶ τιμωρίαν ὠφείλομεν. Ἀλλὰ ταύτης ἡμεῖς μὲν οὐκ ἐπειράθημεν, αὐτὸς δὲ ταύτην ὑπέμεινεν ὁ Σωτὴρ ὁ ἡμέτερος· ὑπομείνας δὲ ταύτην, τὴν εἰρήνην ἡμῖν τὴν πρὸς Θεὸν ἐδωρήσατο. Σαφέστερον δὲ τοῦτο δηλοῖ τὰ ἑξῆς· «Πάντες γὰρ, φησὶν, ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὑτοῦ ἐπλανήθη. Διὰ τοῦτο ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.» Ἔπρεπε γὰρ αὐτῷ, τῷ ὁμοίῳ θεραπεῦσαι τὸ ὅμοιον, καὶ διὰ τοῦ προβάτου τὴν τῶν προβάτων ἀνακαλέσασθαι πλάνην. Γίνεται δὲ πρόβατον, οὐκ εἰς πρόβατον μεταβληθεὶς, οὐδὲ τροπὴν ὑπομείνας, οὐδὲ τῆς οἰκείας οὐσίας ἐκστάς· ἀλλὰ τοῦ προβάτου τὴν φύσιν σαφῶς ἐνδυσάμενος, καὶ οἷον ὁ ἡγούμενος τῆς ποίμνης κριὸς, κτίλος τῆς ποίμνης γενόμενος, καὶ ἀκολουθεῖν αὐτῷ πάντα παρασκευάσας τὰ πρόβατα. Ὡς πρόβατον τοιγαροῦν καὶ ἱερεῖον ἐγένετο, καὶ ὑπὲρ παντὸς τοῦ γένους προσηνέχθη θυσία. Οὐχ ἁπλῶς δὲ ὁ προφήτης καὶ σφαγῆς ὁμοῦ καὶ κουρᾶς ἐμνημόνευσεν. Ἀλλ' ἐπειδὴ Θεὸς ἦν καὶ ἄνθρωπος, τοῦ δὲ σώματος σφαττομένου, ἀπαθὴς ἔμεινε ἡ θεία φύσις, ἀναγκαίως καὶ ὁ θεσπέσιος Ἡσαΐας, καὶ τοῦ προβάτου τὴν σφαγὴν, καὶ τοῦ ἀμνοῦ τὴν κουρὰν ἡμῖν ὑπέδειξεν. Οὐ γὰρ μόνον, φησὶν, ἐσφάγη, ἀλλὰ καὶ ἀπεκείρατο. Καὶ γὰρ κατὰ τὸ ἀνθρώπειον τὸν θάνατον ὑπέμεινεν· ὡς δὲ Θεὸς ζῶν καὶ ἀπαθὴς διαμένων, τὸν τοῦ σώματος πόκον τοῖς κείρουσιν ἔδωκεν. Οὕτως ὁ μακάριος Ἡσαΐας καὶ τὰ σωτήρια ἡμῖν ὑπέδειξε πάθη, καὶ τῶν παθῶν τὰς αἰτίας ἐδίδαξε. Καὶ ὁ θειότατος δὲ Παῦλος ἄντικρυς βοᾷ· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Εἰπὼν δὲ, ὑπὲρ ἡμῶν, ἔδειξεν, ὡς ἀνεύθυνος ὢν καὶ πάσης ἁμαρτίας ἐλεύθερος, τὸ ἡμέτερον ἀπέδωκε χρέος, καὶ μυρίοις ἡμᾶς ὀφλήμασιν ὑποκειμένους, καὶ τούτου χάριν δουλεύειν ἠναγκασμένους, ἐλευθερίας ἠξίωσεν ἡμᾶς, καὶ πριάμενος, καὶ τιμὴν τὸ οἰκεῖον αἷμα καταβαλών. Διὸ