Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.757
Not analysed yet
καὶ ἑτέρωθι ὁ αὐτὸς ἀνὴρ βοᾷ λέγων· «Τιμῆς ἠγοράσθημεν.» Καὶ πάλιν· «Ἀπόλλυται, φησὶν, ὁ ἀσθενὴς ἀδελφὸς ἐν τῇ σῇ γνώσει, δι' ὃν Χριστὸς ἀπέθανε.» Τούτου χάριν καὶ τὸν διὰ σταυροῦ κατεδέξατο θάνατον· ἐπειδὴ κατάρατον ἦν κατὰ τὸν νόμον τούτου τοῦ θανάτου τὸ εἶδος· κατάρατος δὲ ἦν καὶ ἡ φύσις, ὡς παραβεβηκυῖα τὸν νόμον· «Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Τούτου χάριν τὴν κοινὴν ἀναδέχεται κατάραν, καὶ λύει ταύτην τῇ ἀδίκῳ σφαγῇ. Μὴ ὑποκείμενος γὰρ τῇ κατάρᾳ (ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος), τὸν τῶν ἁμαρτωλῶν ὑπέμεινε θάνατον, καὶ δικάζεται τῷ ἀλάστορι τῷ κοινῷ τῆς φύσεως δυσμενεῖ, πρόμαχος ὁμοῦ καὶ συνήγορος τῆς ἡμετέρας φύσεως γεγονὼς, καί φησιν εἰκότως πρὸς τὸν πικρὸν ἡμῶν τύραννον· Ἑάλως, παμπόνηρε, καὶ τοῖς σαυτοῦ δικτύοις τεθήρασαι, καὶ ἡ ῥομφαία σου εἰσελήλυθεν εἰς καρδίαν σου, καὶ τὰ τόξα σου συνετρίβη· ὤρυξας βόθρον, καὶ ἐνέπεσας εἰς αὐτόν· τὰ ὑπὸ σοῦ ἁπλωθέντα θήρατρα τὰς σὰς ἐπέδησε χεῖρας. Εἰπὲ γὰρ, τί δήποτέ μου τὸ σῶμα τῷ σταυρῷ προσήλωσας, καὶ τῷ θανάτῳ παρέπεμψας; Ποῖον εἶδος ἁμαρτίας ἐν ἐμοὶ θεασάμενος; Ποίαν τοῦ νόμου θεωρήσας παράβασιν; Ἐρεύνησον νῦν γοῦν ἀκριβέστερον ἐν τῷ ξύλῳ γυμνὸν τοῦτο θεώμενος. Βλέπε καὶ γλῶτταν κηλῖδος ἀπηλλαγμένην· καὶ ἀκοὴν βλάβης ἁπάσης ἐλευθέραν, καὶ ὀφθαλμοὺς λύμην οὐδεμίαν ἔξωθεν δεξαμένους· καὶ χεῖρας ἀδικίας μὲν πόῤῥω γεγενημένας, δικαιοσύνῃ δὲ πάσῃ κεκοσμημένας· καὶ πόδας, οὐκ ἐπὶ πονηρίᾳ, προφητικῶς εἰπεῖν, δραμόντας, ἀλλὰ τὸν τῆς ἀρετῆς δίαυλον ἐξανύσαντας. Ἐρεύνησον ἅπαντα λίαν ἀκριβῶς τὰ τοῦ σώματος μόρια· ἐρεύνησον τῆς ψυχῆς τὰ κινήματα· ἐὰν μικρὸν γοῦν εὑρεθῇ πλημμέλημα, καλῶς κατέχεις καὶ μάλα δικαίως· ἐπιτίμιον γὰρ τῶν ἡμαρτηκότων ὁ θάνατος· εἰ δὲ μηδὲν εὑρίσκεις, ὧν ὁ θεῖος ἀπαγορεύει νόμος, πάντα δὲ μᾶλλον, ὅσα ἐκεῖνος διαγορεύει, οὐκ ἐῶ σε κατέχειν ὃ μὴ θέμις κατέχειν. Μᾶλλον δὲ καὶ τοῖς ἄλλοις ἀνοίγω τοῦ θανάτου τὸ δεσμωτήριον, σὲ δὲ καθείρξω μόνον, ὡς τὸν ὅρον παραβεβηκότα τὸν θεῖον. Ὁ γὰρ θεῖος ὅρος τοὺς ἡμαρτηκότας τῷ θανάτῳ παρέπεμψε, σὺ δὲ καὶ τὸν ἁμαρτίας ἀμύητον παρέδωκας τοῖς τοῦ θανάτου δεσμοῖς· καὶ γέγονέ σοι ἡ ἀπληστία ἀπηνείας ἐσχάτης αἰτία· καὶ ἕνα λαβὼν ἀδίκως, πάντων ἐγυμνώθης τῶν ὑπηκόων δικαίως· καὶ φαγὼν τροφὴν οὐκ ἐδώδιμον, πᾶσαν ἐμέσεις τὴν ἤδη καταποθεῖσαν· καὶ διδάξεις ἅπαντας τοῖς προσοῦσιν ἀρκεῖσθαι, καὶ τῶν μὴ προσηκόντων ἀπέχεσθαι. Ἀναμνήσθητι τίνος ἕνεκεν ὁ γενεάρχης Ἀδὰμ παρεδόθη θανάτῳ. Πάντων ἐκεῖνος τῶν τοῦ παραδείσου φυτῶν