Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.760
Not analysed yet
τὴν ἐξουσίαν λαβὼν, οὐκ ἠρκέσθη τοῖς δοθεῖσιν, οὐδὲ ἀπέχρησεν αὐτῷ ἡ ἀφθονίας ἁπάντων ἀπόλαυσις· ἀλλὰ κατετόλμησε τοῦ τῆς γνώσεως φυτοῦ, οὗ τὴν μετάληψιν ὁ Ποιητὴς ἀπηγορεύκει. Καὶ ἀπληστίαν νοσήσας, καὶ τοῦ μὴ προσήκοντος ἐπιθυμήσας, παντὸς ἀπεστερήθη τοῦ παραδείσου. Τούτοις σε τοῖς ἐπιτιμίοις ὑποβαλῶ. Ἄδικον γὰρ, τὸν μὲν ἐξαπατηθέντα τοιαύτην ὑπομεῖναι ζημίαν, τὸν δὲ ἐξαπατήσαντα μὴ τοιαύτην ὑποστῆναι τιμωρίαν. Ἐπειδὴ τοίνυν καὶ σὺ, τὴν κατὰ τῶν ἡμαρτηκότων ἐξουσίαν λαβὼν, ἥψω σώματος ἁμαρτίαν οὐδεμίαν ἐργασαμένου, ἔκβηθι τῆς ἐξουσίας, ἔκστηθι τῆς τυραννίδος. Πάντας ἐλευθερώσω τοῦ θανάτου· οὐχ ἁπλῶς ἐλέῳ χρώμενος, ἀλλ' ἐλέῳ δικαίῳ, οὐδὲ τῇ τῆς δεσποτείας ἐξουσίᾳ, ἀλλ' ἐξουσίᾳ δικαίᾳ. Ἀποδέδωκα γὰρ ὑπὲρ τοῦ γένους τὸ χρέος. Οὐκ ὀφείλων γὰρ θάνατον, θάνατον ὑπέμεινα, καὶ μὴ ὑποκείμενος θανάτῳ, ὑπεδεξάμην τὸν θάνατον, καὶ ἀνεύθυνος ὢν, ἐνεγράφην τοῖς ὑπευθύνοις, καὶ ὀφλήματος ὑπάρχων ἐλεύθερος, μετὰ τῶν ὀφειλόντων ἐτάχθην. Ἐξέτισα τοίνυν τὸ τῆς φύσεως ὄφλημα, καὶ θάνατον ἄδικον ὑπομείνας, καταλύω τὸν δίκαιον· τοὺς ἐνδίκως κατεχομένους, ἀδίκως κατασχεθεὶς, τῆς εἱρκτῆς ἀπολύω. Βλέπε τὸ γραμματεῖον τῆς φύσεως ἀπηλειμμένον, ὦ πικρὲ τῆς ἁμαρτίας δήμιε. Βλέπε αὐτὸ τῷ σταυρῷ προσηλωμένον, καὶ τῶν γραμμάτων τῆς ἁμαρτίας ἀπηλλαγμένον. Βλέπε αὐτὸ πονηρίας ὑπογραφὴν οὐ δεδεγμένον. Ἀπέδοσαν τοίνυν οἱ τοῦδε τοῦ σώματος ὀφθαλμοὶ, ὑπὲρ τῶν κακῶς θεασαμένων ὀμμάτων· αἱ τοῦδε ἀκοαὶ, ὑπὲρ τῶν ἀκοῶν τὸν μολυσμὸν δεξαμένων· ἡ γλῶττα ὡσαύτως, ὑπὲρ τῶν γλωττῶν τῶν παρανόμως κινηθεισῶν· αἱ χεῖρες ὑπὲρ τῶν ἄδικα ἐργασαμένων χειρῶν. Καὶ τἄλλα μέρη, ὑπὲρ τῶν τιναοῦν ἁμαρτίαν διαπραξαμένων μελῶν. Τοῦ δὲ χρέους ἐκτιθέντος, προσήκει τοὺς τούτου χάριν καθειργμένους τῆς εἱρκτῆς ἀπαλλαγῆναι, καὶ τὴν προτέραν ἐλευθερίαν ἀπολαβεῖν, καὶ εἰς τὸ πατρῷον χωρίον ἐπανελθεῖν. Ταῦτα λέγων ὁ Κύριος, τό τε οἰκεῖον ἀνέστησε σῶμα, καὶ τῇ φύσει τῶν ἀνθρώπων τὰς τῆς ἀναστάσεως ἐλπίδας κατέσπειρεν, ἐχέγγυον ἅπασι δεδωκὼς τοῦ οἰκείου σώματος τὴν ἀνάστασιν. Καὶ μή τις οἰέσθω ταῦτα ἡμᾶς μάτην ἀδολεσχεῖν· ἐκ γὰρ τῶν ἱερῶν Εὐαγγελίων, καὶ τῶν ἀποστολικῶν παιδευμάτων, ταῦτα οὕτως ἔχειν ἐπαιδεύθημεν· ἠκούσαμεν γὰρ αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Ἔρχεται ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν.» Οὐδὲν γὰρ ἔχω, φησὶ, τῶν τῆς ἁμαρτίας γνωρισμάτων, ἐλεύθερον ἔχω πάσης παρανομίας τὸ σῶμα· ἀλλ' ὅμως καὶ μηδὲν εὑρίσκων, ὡς μυρίοις ὀφλήμασιν ὑποκείμενον, παραδώσει τῷ θανάτῳ· ἐγὼ δὲ ἀνέχομαι, δικαίως ἐκβάλλειν αὐτὸν τῆς τυραννίδος ἐθέλων. Διὸ καὶ αὖθις ἐν ἑτέρῳ χωρίῳ φησί· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Τῆς γὰρ κρίσεως καὶ τῆς διαδικασίας γενομένης κατακριθήσεται, καὶ ὡς ἄδικον