Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.761
Not analysed yet
κατ' ἐμοῦ τὴν ψῆφον ἐξενεγκὼν, τῆς τυραννίδος ἐκβληθήσεται. Εἶτα ἐκδιδάσκων ὡς οὐ μόνον τὸ οἰκεῖον σῶμα τῆς τοῦ θανάτου δυναστείας ἐλευθερώσει, ἀλλὰ πᾶσαν ὁμοῦ τῶν ἀνθρώπων τὴν φύσιν, εὐθὺς ἐπήγαγε λέγων· «Κἀγὼ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐ γὰρ ἀνέξομαι μόνον ἀναστῆσαι ὃ ἀνέλαβον σῶμα, ἀλλὰ πᾶσιν ἀνθρώποις πραγματεύσομαι τὴν ἀνάστασιν· τούτου γὰρ χάριν ἐλήλυθα, καὶ τὴν τοῦ δούλου μορφὴν ἀνέλαβον. Τούτου χάριν ἐπὶ σφαγὴν ἤχθην, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Ταῦτα καὶ ὁ μακάριος Παῦλός φησι, Κολοσσαεῦσι γράφων, καὶ δι' αὐτῶν ἅπασιν ἀνθρώποις· «Καὶ ὑμᾶς γὰρ, φησὶ, νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ ἦρεν ἐκ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.» Κἀντεῦθεν τοιγαροῦν ἐδιδάχθημεν ὡς ἀπέδωκε μὲν ὑπὲρ ἡμῶν τὸ χρέος, ἐξήλειψε δὲ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ προσήλωσεν αὐτὸ τῷ σταυρῷ, καὶ ἐδειγμάτισε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, τουτέστι, τὰς ἐναντίας δυνάμεις, ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτὰς ἐν αὑτῷ. Τουτέστιν, ἀναμάρτητον αὐταῖς τὸ οἰκεῖον ἐπιδείξας σῶμά τε καὶ ψυχὴν, καὶ τὴν κατ' αὐτοῦ γενομένην ἄδικον αὐτῶν ψῆφον ἐλέγξας· καὶ ταῦτα πεποιηκὼς, συνεζωοποίησε πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν. Καὶ μυρίας δὲ ἑτέρας μαρτυρίας ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, ταῦτα οὕτως ἔχειν διδασκούσας. Ἀλλ' εἰ συλλέγειν ἁπάσας ἐθελήσαιμεν, καὶ τὴν προσήκουσαν ἑκάστῃ ἑρμηνείαν ποιήσασθαι, μῆκος ἄπειρον ἐργασόμεθα. Τοῖς φιλομαθέσι τοίνυν αὐτὰς συλλέγειν καταλιπὼν, ἐπὶ τὰ συνεχῆ βαδιοῦμαι τοῦ λόγου. Οὕτω τοίνυν ὁ Δεσπότης Χριστὸς, καταλύσας τὸν θάνατον, καὶ τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν, εἰς τοὺς οὐρανοὺς ἀνελήλυθε, καὶ τοῖς τῆς εὐσεβείας τροφίμοις τῆς αὐτῆς ἀνόδου τὰς ἐλπίδας κατέλιπεν. «Ὅταν γὰρ, φησὶν, ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Τοσαύτη τοῦ Θεοῦ τῶν ὅλων ἡ περὶ τοὺς ἀνθρώπους κηδεμονία. Τοσαύτην ὁ Ποιητὴς τῆς ἀχαρίστου δημιουργίας ἐποιήσατο πρόνοιαν· τοσαύτη τοῦ ἀρχετύπου περὶ τὴν εἰκόνα τὴν οἰκείαν ἡ προμήθεια. Ἐδημιούργησεν ἐξ ἀρχῆς, τῇ ὁμοιώσει τετίμηκεν· ἀλλ' ἀγνώμων αὐτὴ περὶ τὸν πεποιηκότα γεγένηται, καὶ τὴν εἰκόνα τὴν θείαν διαφθείρασα, τοὺς τῶν θηρίων χαρακτῆρας ἐδέξατο, καὶ