Ancient Greek · ~11 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1152
Not analysed yet
Δʹ. Ὁποίας δεῖ διαλήψεις ἔχειν περὶ τοῦ Θεοῦ καὶ Πατρός. Ἡμεῖς οἱ τῆς Τριάδος ἐρασταὶ καὶ προσκυνηταὶ καὶ κήρυκες μεγαλόφωνοί τε καὶ μεγαλόφρονες, πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα ἄναρχον καὶ ἀγέννητον, ἀεὶ ὄντα Πατέρα, οὐχ ὕστερον τοῦτο κτησάμενον, οὐ γὰρ ἦν ὅτε οὐκ ἦν, ἀλλ' ἄνωθεν ἦν Πατήρ· οὐδὲ γέγονε πρῶτον Υἱὸς εἶτα Πατὴρ, κατὰ τὴν τῶν σωμάτων ἀκολουθίαν· ἀλλ' ἀφ' οὗπερ ἔστιν, ἀεὶ δὲ ἔστι, Πατὴρ καὶ ἔστι καὶ καλεῖται. Εʹ. Ὁποῖα δεῖ περὶ τοῦ Υἱοῦ φρονεῖν. Πιστεύομεν εἰς ἕνα Υἱὸν συναΐδιον τῷ γεννήσαντι, οὐκ ἀρχὴν τοῦ εἶναι λαβόντα, ἀλλ' ἀεὶ ὄντα, καὶ σὺν Πατρὶ ὄντα· ἀφ' οὗ γὰρ Πατὴρ, ἀεὶ δὲ Πατὴρ, ἐξ ἐκείνου Υἱός· ἀχωρίστως γὰρ ἔχει ταῦτα πρὸς ἄλληλα, τά τε ὀνόματα, καὶ τὰ πράγματα· εἰ οὐκ ἀεὶ δὲ ὁ Υἱὸς, ἀλλ' ἦν ὅτε οὐκ ἦν, οὐδὲ ἀεὶ ὁ Πατήρ· ἀφ' οὗ γὰρ ἐγέννησε, τοῦτο ἔχει τὸ ὄνομα· εἰ δὲ ἀεὶ ὁ Θεὸς καὶ Πατὴρ (βλάσφημον γὰρ τῷ ὄντι, ὑπὸ χρόνους ποιῆσαι τὸν τῶν χρόνων ποιητὴν, καὶ χρονικοῦ διαστήματος ἀποφῆναι δευτέραν τὴν ἄχρονον καὶ ὑπὲρ χρόνον γέννησιν), ἀεὶ ὁ Υἱὸς, ἐκ τοῦ Πατρὸς μὲν ἀῤῥήτως γεννηθεὶς, μετὰ τοῦ Πατρὸς δὲ ἀεὶ ὢν, καὶ σὺν τῷ Πατρὶ γνωριζόμενος. ϛʹ. Ὅτι τὸν Υἱὸν τῷ Πατρὶ συναΐδιον διδάσκουσιν αἱ Γραφαί. «Ἐν ἀρχῇ, φησὶν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Ὁ δὲ ἐν ἀρχῇ ὢν, πότε οὐκ ἦν; Οὔτε γὰρ εἶπεν, ὅτι ἐν ἀρχῇ ἐγένετο, ἀλλ' ἐν ἀρχῇ ἦν· οἷον ἂν φιλονεικήσωμεν τοῖς λογισμοῖς ὑπερβῆναι τὸ ἦν, ἐπέκεινα γενέσθαι τῆς ἀρχῆς οὐκ ἰσχύσομεν. Πάντα δεύτερα τοῦ ἐν ἀρχῇ ὄντος, καὶ χρόνος, καὶ αἰὼν, καὶ εἴ τι ἂν ἕτερον χρονικὸν ἐπινοηθείη διάστημα. Εἰ δὲ οὐκ ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ συνῆν ὁ Υἱὸς, ὕστερον δέ ποτε προσεγένετο, ἀνάγκη χρόνον καὶ αἰῶνα Πατρὶ καὶ Υἱῷ μεσιτεύειν. Εἰ δὲ τοῦτο δοίη τις, εὑρεθήσεται τὸ ποίημα τοῦ ποιητοῦ προϋπάρχον· «Πάντα γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, διὰ τοῦ Υἱοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ἓν δὲ τῶν πάντων ὁ αἰὼν ἢ ὁ χρόνος· καὶ ὁ μακάριος δὲ Παῦλος. «Ἐπ' ἐσχάτων, φησὶ, τῶν ἡμερῶν, ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Εἰ δὲ τοῦ Υἱοῦ οἱ αἰῶνες ποιήματα, οὐ προϋπάρχουσι τοῦ ποιήσαντος· αἰώνων δὲ μὴ ὑπαρχόντων, εὔδηλον ὡς οὐδὲ ὁ χρόνος, ὃν ἡμέραι τε καὶ νύκτες ποιοῦσι καὶ μετροῦσιν· ἡμέρας δὲ καὶ νύκτας ἡ τοῦ φωτὸς ἀνατολὴ καὶ δύσις ἐργάζεται· τὸ δὲ φῶς μετὰ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸν ἀέρα, ἐγένετο· ταῦτα δὲ πάντα, καὶ τὰ ἐν τούτοις, ὁ Θεὸς