Ancient Greek · ~10 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1153
Not analysed yet
Λόγος εὐδοκίᾳ τοῦ Πατρὸς ἐδημιούργησε λόγῳ. Τοίνυν τῶν χρόνων καὶ τῶν αἰώνων μετὰ τῶν ἄλλων ἁπάντων ποιηθέντων ὑπὸ τοῦ Λόγου, οὐδὲν ἂν ἦν μεταξὺ Πατρὸς καὶ Υἱοῦ, ἀλλ' ἀεὶ μὲν Πατὴρ ὁ Θεὸς, ἀεὶ δὲ ὁ Υἱὸς σὺν Πατρί· διὸ καὶ ὁ εὐαγγελιστὴς, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» βοᾷ. Καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Καὶ ἑτέρωθεν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Καὶ οὔτε ἐκεῖνος τὸ ἦν, οὔτε οὗτος τὸ ὢν καὶ ὑπάρχων, ἐᾷ· ἐπειδὴ τὸν ἀεὶ ὄντα κηρύττουσιν· οὗ χάριν καὶ μετ' ὀλίγα ὁ εὐαγγελιστὴς, «Ζωὴ ἦν, φησὶ, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.» Καὶ αὖθις· «Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Καὶ πάλιν· «Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.» Καὶ ἐν τῇ ἐπιστολῇ, «Ὁ ἦν, φησὶν, ἀπ' ἀρχῆς.» Οὕτω θεολογεῖν ὑπὸ τοῦ θείου Πνεύματος τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐδιδάχθησαν οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου γενόμενοι· διὸ οὐ συνηρίθμησαν τῇ κτίσει τὸν κτίσαντα· οὐ συνέταξαν τὸν ποιητὴν τοῖς ποιήμασιν· οὐδαμοῦ κτίσμα τὸ τίμιον τοῦ Θεοῦ προσηγόρευσαν γέννημα· οὐδαμοῦ τὸ ἐγένετο συνέζευξαν τῇ Θεότητι· ἀλλ' οὗτος μὲν, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» οὐκ ἐν ἀρχῇ ὁ Λόγος ἐγένετο. Ἐκεῖνος δὲ, «Ὡς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως·» οὐκ, ἐγένετο ἀπαύγασμα καὶ χαρακτήρ. Καὶ πάλιν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,» οὐ μορφὴ Θεοῦ γενόμενος, ἀλλ' «Ὑπάρχων ἐν Θεοῦ μορφῇ.» Καὶ ἑτέρωθι· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου,» οὐκ εἶπεν, ὃς ἐγένετο εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, ἀλλ', ὃς ἐστίν. Ζʹ. Ἀπόδειξις ἐκ τῆς Παλαιᾶς, ὅτι ἀΐδιος ὁ Υἱός. Οὕτω τῇ θεολογίᾳ πανταχοῦ συνέζευκται τὸ ἦν, καὶ τὸ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἔστιν· οὕτω τῷ μεγάλῳ Μωϋσῇ ἑαυτὸν διαλεγόμενος προσηγόρευσεν· «Ἐγώ εἰμι ὁ ὤν.» Καὶ πάλιν· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.» Ὅτι δὲ τοῦ Υἱοῦ ταῦτα τὰ ῥήματα, καὶ αὐτοὶ μὲν μαρτυροῦσι τῆς βλασφημίας οἱ πρόμαχοι, ἀχώρητον μὲν τὸν Πατέρα λέγοντες, μεσίτην δὲ τοῦ Πατρὸς καὶ τῆς κτίσεως τὸν Υἱὸν ἀποκαλοῦντες, καὶ φάσκοντες αὐτὸν τοῖς πατριάρχαις καὶ τοῖς προφήταις ὀφθῆναί τε καὶ διαλεχθῆναι· σαφῶς δὲ ἡμᾶς αὐτὸς ὁ Θεὸς Λόγος διδάσκει διὰ Ἱερεμίου τοῦ προφήτου λέγων· «Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέραις ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου.»