Ancient Greek · ~10 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1156
Not analysed yet
Ζητήσωμεν τοίνυν τίς τὴν καινὴν ἔδωκε διαθήκην. Ἦ οὐχὶ δῆλον ἅπασιν ὡς ὁ δεσπότης Χριστὸς ταύτης ἐστὶ χορηγός; Αὐτὸς γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοᾷ· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει· ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως.» Καὶ τὰ ἄλλα δὲ ὁμοίως τίθησιν, ὅτι ἐῤῥέθη μὲν τόδε, ἐγὼ δὲ τοῦτο τοιῶσδε νομοθετῶ, οὐκ ἀνατρέπων τὸν κείμενον νόμον, ἀλλὰ τὴν νομοθεσίαν ἀκριβεστέραν ποιῶν, καὶ τῆς φυλακῆς τὸν τρόπον διδάσκων. Τὴν νέαν τοίνυν διαθήκην ὁ δεσπότης ἡμῖν δέδωκε Χριστός· ὁ δὲ ταύτην παρεσχηκὼς, καὶ τὴν παλαιὰν μετὰ τὴν ἀπαλλαγὴν τῆς Αἰγύπτου δέδωκε τῷ Ἰσραήλ· ὁ δὲ ἐκείνην δεδωκὼς, καὶ τῆς Αἰγυπτιακῆς δουλείας ἀπαλλάξας, αὐτὸς ἀπέστειλε δηλονότι πρὸς Φαραὼ τὸν Μωϋσέα· αὐτὸς εἶπε· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς·» τοῦτο δὲ καὶ ἑτέρωθι ὁ προφήτης σαφὲς ποιεῖ· «Οὗτος γὰρ, φησὶν, ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Κάτωθεν τοίνυν ἀρξάμενοι, τὴν προφητικὴν ἐρευνήσωμεν ἔννοιαν. Τίς ὁ ἐπὶ τῆς γῆς ὀφθεὶς, καὶ τοῖς ἀνθρώποις συναναστραφείς; εὔδηλον, ὡς οἶμαι, πᾶσι τοῖς γε νοῦν ἔχουσιν, ὡς ὁ Θεὸς Λόγος τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ὁ μὴ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβών. Οὗτος τοίνυν τὴν ὁδὸν τῆς ἐπιστήμης ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ, τὸν παλαιὸν διαγορεύσας ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως νόμον. Ὁ δὲ τὸν νόμον ἐκεῖνον δεδωκὼς, πρὸ τοῦ δοῦναι τὸν νόμον, τῷ Μωϋσῇ διαλεγόμενος ἔφη· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ. Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.» Διὸ ὁ προφήτης ἐβόα· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·» μαρτυρῶν αὐτῷ, οὐ τὸ ἔλαττον, ἀλλὰ τὸ ἀσύγκριτον. Ὁρᾶτε πῶς ἔοικε τοῖς εὐαγγελικοῖς διδάγμασιν τὰ προφητικὰ κηρύγματα. Μωϋσῆς κηρύττει τὸ ὤν· μᾶλλον δὲ αὐτὸς ὁ Θεὸς Λόγος περὶ ἑαυτοῦ λέγει τὸ ὤν· Παῦλος δὲ πολλάκις λέγει τὸ ὢν, προστίθησι δὲ καὶ τὸ ὑπάρχων, ταὐτὸν δυνάμενον τῷ ὤν· λέγει καὶ τὸ ἔστιν, ἰσοδυναμοῦν ἐκείνοις κατὰ τὴν ἔννοιαν· ὡσαύτως δὲ καὶ ὁ θεολόγος Ἰωάννης πολλαχοῦ τὸ ὢν τῇ τῶν Εὐαγγελίων πραγματείᾳ ἐνσπείρει, καὶ αὐτὸ δὲ τὸ προοίμιον ταύταις ταῖς φωναῖς ἀγλαΐζει, οὐχ ἅπαξ, οὐδὲ δὶς, οὐδὲ τρὶς, ἀλλὰ πολλάκις κηρύττων τὸ ἦν. Ηʹ. Ὅτι τὰ μὲν ἁρμόττει τῷ Θεῷ Λόγῳ, τὰ δὲ τῇ ἀναληφθείσῃ φύσει. Τῶν κηρύκων δὲ τῆς ἀληθείας τοιαῦτα διδασκόντων, τίς οὕτως ἄγαν θρασὺς καὶ αὐθάδης, ὡς ἀντὶ