Ancient Greek · ~9 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1176
Not analysed yet
ΙΗʹ. Ὅτι μία Πατρὸς καὶ Υἱοῦ ἡ δεσποτεία. Εἶτα δεικνὺς ὡς οὐ μόνον δοξάζεται, ἀλλὰ καὶ δοξάζει, ἐπήγαγεν· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Καὶ μετ' ὀλίγα τῶν αἱρετικῶν ἐμφράττων τὰ στόματα· «Τὰ ἐμὰ, φησὶ, πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά·» οὐ τὴν κοινὴν διαιρῶν δεσποτείαν, οὐδὲ ἕτερα δὲ τὰ τῷ Πατρὶ διαφέροντα δεῖξαι βουλόμενος· ἀλλ' ἐπειδὴ οἱ πᾶσαν βλάσφημον φωνὴν ἀφιέντες κατὰ τοῦ Μονογενοῦς, αὐτὸν μὲν λαμβάνειν φασὶ, τὸν δὲ Πατέρα διδόναι, δείκνυσιν ὅτι τὴν αὐτὴν ἔχει τῷ Πατρὶ τῶν ἁπάντων δεσποτείαν· «Τὰ γὰρ ἐμὰ, φησὶ, πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά·» οὐ τὴν διαίρεσιν τῆς δεσποτείας, ἀλλὰ τὸ κοινὸν τῆς δεσποτείας παιδεύων. Ἀλλὰ γὰρ τὸν λόγον εἰς μῆκος ἐξέτεινα τὸν περὶ πίστεως, ἐν κεφαλαίῳ διεξελθεῖν ὅρον ἐν τοῖς προοιμίοις ἐπαγγειλάμενος· δεῖξαι γὰρ βουληθεὶς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Μονογενοῦς τὴν ἀξίαν, μακρότερον τῆς ὑποσχέσεως εἰργασάμην τὸν λόγον· καὶ ταῦτα βραχυλογίας ἐν ταῖς ἑρμηνείαις πεφροντικώς. Εἰς αὐτὰς τοίνυν τὰς εὐαγγελικὰς βίβλους καὶ προφητικὰς τοὺς εὐσεβεῖς πέμψας (μεσταὶ γὰρ αὗται τῆς θεολογίας τοῦ Υἱοῦ), ἐπὶ τὴν προκειμένην ἀκολουθίαν βαδιοῦμαι. ΙΘʹ. Περὶ τοῦ ἁγίου Πνεύματος. Πιστεύομεν τοίνυν, ὡς ἔφην, εἰς Θεὸν Πατέρα ἄναρχον, καὶ εἰς Θεὸν συναΐδιον φύσει Υἱὸν, ἐκ Πατρὸς μὲν γεννηθέντα, ἀεὶ δὲ τῷ Πατρὶ συνόντα, κατὰ τὴν τῶν Εὐαγγελίων φωνήν· «Ἐν ἀρχῇ γὰρ, φησὶν, ἦν ὁ Λόγος.» Πιστεύομεν δὲ καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὸ ἀγαθὸν, τὸ παράκλητον, τὸ ἐκ Θεοῦ προελθὸν, οὐ γεννηθέν· εἷς γὰρ Μονογενής· οὔτε μὴν κτισθέν· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ θείᾳ Γραφῇ τῇ κτίσει συναριθμούμενον, ἀλλὰ Πατρὶ καὶ Υἱῷ συνταττόμενον· ἐκπορευόμενον δὲ αὐτὸ ἐκ τοῦ Πατρὸς ἠκούσαμεν, καὶ οὐ πολυπραγμονοῦμεν πῶς ἐκπορεύεται, ἀλλὰ στέργομεν τοῖς τεθεῖσιν ἡμῖν ὅροις ὑπὸ τῶν θεολόγων καὶ μακαρίων ἀνδρῶν. Κʹ. Ὅτι Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα συντάττεται. Ἐδιδάχθημεν γὰρ ὑπ' αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Τριάδος συμπληρωτικὸν τὸ Πνεῦμα τὸ ἅγιον· «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» τῷ δὲ Πατρὶ καὶ Υἱῷ συμμαρτυρούμενον, τῆς κτίσεώς ἐστι πάσης ὑπέρτερον. Διὸ καὶ ὁ μακάριος Παῦλος μετὰ Πατρὸς αὐτὸ καὶ Υἱοῦ κηρύττων διατελεῖ· «Ἡ χάρις γὰρ, φησὶ, τοῦ Κυρίου ἡμῶν