Ancient Greek
Letter 25
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 25
Not analysed yet
ΕΟΡΤΑΣΤΙΚΗ. Ἡνίκα μὲν ὁ Μονογενὴς Θεὸς ἐνηνθρώπησε καὶ τὴν ἡμετέραν φύσιν λαβὼν τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν, ὁρῶντες οἱ τηνικάδε ἄνθρωποι τῶν εὐεργεσιῶν τὴν πηγὴν οὐκ ἐπετέλεσαν ἑορτήν. Ἐπὶ δὲ τοῦ παρόντος, πᾶσα γῆ καὶ θάλαττα καὶ πόλεις καὶ κῶμαι, καίτοι τὸν εὐεργέτην οὐχ ὁρῶσαι τοῖς αἰσθητοῖς ὀφθαλμοῖς τὴν τῶν εὐεργεσιῶν ἑορτάζουσι μνήμην· καὶ τοσαύτην αἱ πανηγύρεις αὗται πηγάζουσι θυμηδίαν, ὡς πάντοσε διατρέχειν τῆς πνευματικῆς εὐφροσύνης τὰ νάματα. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς νῦν τὴν σὴν θεοσεβείαν προσφθεγγόμεθα, καὶ τὴν ἐγγενομένην ἡμῖν ἐκ τῶν ἑορτῶν σημαίνοντες εὐθυμίαν, τὰς σὰς ἐπαγγέλλομεν προσευχάς, ἵνα ταύτην εἰς τέλος φυλάξωμεν.