Ancient Greek
Letter 49
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 49
Not analysed yet
ΔΑΜΙΑΝῼ ΕΠΙΣΚΟΠῼ ΣΙΔΩΝΟΣ. Τὰ κάτοπτρα τῶν εἰσορώντων τὰς ὄψεις ἐκμάττεσθαι πέφυκεν. Οἱ τοίνυν εἰς ταῦτα βλέποντες τὰς οἰκείας ὁρῶσι μορφάς. Ταὐτὸ δὲ τοῦτο καὶ αἱ κόραι ποιοῦσι τῶν ὀφθαλμῶν· τοὺς γὰρ ἀλλοτρίους χαρακτῆρας ἐν ἑαυταῖς ἐκτυποῦσι. Τοιοῦτό τι καὶ ἡ σὴ πέπονθεν ὁσιότης. Οὐ γὰρ τὸ ἡμέτερον ἑώρακεν εἰδεχθές, ἀλλὰ τὴν οἰκείαν ὥραν εἶδεν καὶ τεθαύμακεν. Ἐμοὶ γὰρ οὐδὲν ἐκείνων ὧν εἴρηκας πρόσεστιν. Εὔχομαι δὲ ὅμως τοὺς λόγους ἐκείνους βεβαιωθῆναι τοῖς ἔργοις· ἀντιβολῶ δὲ καὶ τὴν σὴν φιλοθεΐαν ἐπαρκέσαι ταῖς προσευχαῖς, ἵνα μὴ χωλεύωσιν αἱ εὐφημίαι τῆς ἀληθείας γεγυμνωμέναι.