Ancient Greek
Page 103
Theodoretus Scr. Eccl. et Theol., Eranistes 103
Not analysed yet
σίᾳ ἢ ὅλως παρὰ Χριστιανοῖς, ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ κύριος; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Τίς δὲ ἀκούων ὅτι οὐκ ἐκ Μαρίας ἀλλ' ἐκ τῆς ἑαυτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; Τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν, ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα, οὐκ ἔτι τριάδα ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ. Πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὡς εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ διαπαντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς οὐσίας τῆς σοφίας συνέστη; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἀνθρώπινον ἄρα φύσει τὸ ἐκ Μαρίας σῶμα κατὰ τὰς θείας γραφάς, καὶ ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταὐτὸν ἦν τῷ ἡμετέρῳ· ἀδελφὴ γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ οἱ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν, καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι, μνησθεὶς ὧν ἔγραψε Λουκᾶς. Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ἐκ τῆς ἑρμηνείας τοῦ νθʹ ψαλμοῦ. Πάντες ἀλλόφυλοι ὑπετάγησαν τῷ ζυγῷ τοῦ Χριστοῦ ὑποκύψαντες· διὰ τοῦτο ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβάλλει τὸ ὑπόδημα αὑτοῦ. Ὑπόδημα δὲ τῆς θεότητος ἡ σὰρξ ἡ θεοφόρος, δι' ἧς ἐπέβη τοῖς ἀνθρώποις. Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον ἐπίσκοπον περὶ τοῦ ἁγίου πνεύματος. Καὶ ἀνάπαλιν τῇ ἐξ οὗ λέξει ἀντὶ τῆς δι' οὗ κέχρηται, ὡς ὅταν λέγῃ Παῦλος, "Γενόμενος ἐκ γυναικός·" τοῦτο γὰρ ἡμῖν σαφῶς ἑτέρωθι διεστείλατο, γυναικὶ μὲν προσήκειν λέγων τὸ ἐκ τοῦ ἀνδρὸς γεγενῆσθαι, ἀνδρὶ δὲ τὸ διὰ τῆς γυναικός, ἐν οἷς φησιν, ὅτι "Ὥσπερ γυνὴ ἐξ ἀνδρός, οὕτως ἀνὴρ διὰ τῆς γυναικός." Ἀλλὰ ὁμοῦ μὲν τὸ ἀδιάφορον