Ancient Greek
Page 104
Theodoretus Scr. Eccl. et Theol., Eranistes 104
Not analysed yet
τῆς χρήσεως ἐνδεικνύμενος, ὁμοῦ δὲ καὶ τὸ σφάλμα τινῶν ἐν παραδρομῇ διορθούμενος, τῶν οἰομένων πνευματικὸν εἶναι τοῦ κυρίου τὸ σῶμα, ἵνα δείξῃ ὅτι ἐκ τοῦ ἀνθρωπείου φυράματος ἡ θεοφόρος σὰρξ συνεπάγη, τὴν ἐμφαντικωτέραν φωνὴν προετίμησε. Τὸ μὲν γὰρ διὰ γυναικὸς παροδικὴν ἔμελλε τὴν ἔννοιαν τῆς γεννήσεως ὑποφαίνειν· τὸ δ' ἐκ τῆς γυναικὸς ἱκανῶς παραδηλοῦν τὴν κοινωνίαν τῆς φύσεως τοῦ τικτομένου πρὸς τὴν γεννήσασαν. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Ναζιανζοῦ. Ἐκ τῆς πρὸς Κληδόνιον προτέρας ἐκθέσεως. Εἴ τις λέγει τὴν σάρκα ἐξ οὐρανοῦ κατεληλυθέναι, ἀλλὰ μὴ ἐντεῦθεν εἶναι καὶ παρ' ἡμῶν, ἀνάθεμα ἔστω. Τὸ γάρ, "Ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ," καί, "Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι," καί, "Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου," καὶ εἴ τι ἄλλο τοιοῦτο, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν ἄνθρωπον ἕνωσιν, ὥσπερ καὶ διὰ τοῦ Χριστοῦ γεγονέναι τὰ πάντα, καὶ κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν, οὐ κατὰ τὸ φαινόμενον τοῦ θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν κλήσεων, οὕτω δὴ καὶ τῶν φύσεων. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τίς δὲ ὁ λόγος αὐτοῖς τῆς ἐνανθρωπήσεως ἤγουν σαρκώσεως ἴδωμεν, ὡς αὐτοὶ λέγουσιν. Εἰ μὲν ἵνα χωρηθῇ θεὸς ἄλλως ἀχώρητος ὤν, καὶ ὡς ὑπὸ παραπετάσματι τῇ σαρκὶ τοῖς ἀνθρώποις προσομιλήσῃ, κομψὸν τὸ προσωπεῖον αὐτοῖς, καὶ τὸ δρᾶμα τῆς ὑποκρίσεως· ἵνα μὴ λέγω ὅτι καὶ ἄλλως ὁμιλῆσαι ἡμῖν οἷόν τε ἦν, ὥσπερ ἐν βάτῳ πυρός, καὶ ἀνθρωπίνῳ εἴδει τὸ πρότερον. Εἰ δὲ ἵνα λύσῃ τὸ κατάκριμα τῆς ἁμαρτίας, τῷ ὁμοίῳ τὸ ὅμοιον ἁγιάσας, ὥσπερ σαρκὸς ἐδέησε διὰ τὴν σάρκα κατακριθεῖσαν, καὶ ψυχῆς διὰ τὴν ψυχήν, οὕτω καὶ νοῦ διὰ τὸν νοῦν, οὐ πταίσαντα μόνον ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ πρωτοπαθήσαντα, ὅπερ καὶ οἱ ἰατροὶ λέγουσιν ἐπὶ τῶν ἀρρωστημάτων. Ὃ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν. Ὃ δὲ τὴν ἐντολὴν οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν. Ὃ δὲ παρέβη,