Ancient Greek
Page 111
Theodoretus Scr. Eccl. et Theol., Eranistes 111
Not analysed yet
εἶπεν, ὡς ἀκηκόατε. Μὴ τοίνυν ἀποκρύψαι τῇ βλασφημίᾳ φιλονεικήσητε τὸν διδάσκαλον. "Οὐκ ἔστι γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον," ὡς ὁ κύριος ἔφη. ΕΡΑΝ. Ὁμολογῶ κἀγὼ καὶ ἄτρεπτον εἶναι τὸν θεὸν λόγον καὶ σάρκα ἀνειληφέναι. Τὸ γὰρ τοσούτοις μάρτυσιν ἀντιτείνειν παραπληξίας ἐσχάτης. ΟΡΘ. Δοκεῖ τοίνυν καὶ τῶν λοιπῶν ζητημάτων γενέσθαι τὴν λύσιν; ΕΡΑΝ. Εἰς τὴν ὑστεραίαν τὴν τούτων ἀναβαλώμεθα βάσανον. ΟΡΘ. Ἀπίωμεν τοίνυν διαλύσαντες τὴν συνουσίαν, καὶ ὧν ὡμολογήσαμεν μνημονεύσωμεν.