Ancient Greek
Page 112
Theodoretus Scr. Eccl. et Theol., Eranistes 112
Not analysed yet
ΑΣΥΓΧΥΤΟΣ ΔΙΑΛΟΓΟΣ Βʹ ΕΡΑΝ. Ἐγὼ μὲν ἀφικόμην ὡς ὑπεσχόμην· σὲ δὲ χρὴ δυοῖν θάτερον δράσαι, ἢ τὰ ζητούμενα λύσαι, ἢ τοῖς παρ' ἡμῶν λεγομένοις συνθέσθαι. ΟΡΘ. Ἐδεξάμην τὴν πρόκλησιν· ὀρθὴν γὰρ αὐτὴν καὶ δικαίαν ὑπείληφα. Δεῖ δὲ ἡμᾶς ἀναμνησθῆναι πρότερον, ποῖ κατελίπομεν τῇ προτεραίᾳ τὸν λόγον, καὶ ποῖον ἔσχεν ἡ διάλεξις πέρας. ΕΡΑΝ. Ἐγὼ τοῦ πέρατος ἀναμνήσω. Μέμνημαι γὰρ ὡς συνωμολογήσαμεν ἄτρεπτον εἶναι τὸν θεὸν λόγον καὶ σάρκα εἰληφέναι, οὐκ αὐτὸν εἰς σάρκα τραπῆναι. ΟΡΘ. Ἔοικας στέργειν τὰ δεδογμένα· φιλαλήθως γὰρ τούτων ἀνέμνησας. ΕΡΑΝ. Καὶ ἤδη πρότερον ἔφην, ὡς ὁ τοσούτοις ἀντιτείνων καὶ τοιούτοις διδασκάλοις ἐναργέστατα μέμηνεν· οὐχ ἥκιστα δέ με κατῄδεσεν Ἀπολινάριος ταὐτὰ τοῖς ὀρθοδόξοις εἰπών, καίτοι προφανῶς ἐν τοῖς περὶ σαρκώσεως λόγοις ἐναντίαν ὁδεύσας ὁδόν. ΟΡΘ. Οὐκ οὖν σάρκα τὸν θεὸν λόγον ἀνειληφέναι φαμέν; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Τὴν δὲ σάρκα τί νοοῦμεν; σῶμα μόνον, ὡς Ἀρείῳ καὶ Εὐνομίῳ δοκεῖ, ἢ σῶμα καὶ ψυχήν; ΕΡΑΝ. Σῶμα καὶ ψυχήν. ΟΡΘ. Ποίαν ψυχήν; τὴν λογικὴν ἢ τὴν παρά τινων φυτικὴν ἤγουν ζωτικὴν καλουμένην; Ἀναγκάζει γὰρ ἡμᾶς ἐρωτᾶν ἃ μὴ δεῖ τῶν Ἀπολιναρίου συγγραμμάτων ἡ μυθώδης τερθρεία. ΕΡΑΝ. Ἀπολινάριος γὰρ διαφορὰν λέγει ψυχῶν; ΟΡΘ. Ἐκ τριῶν συγκεῖσθαι λέγει τὸν ἄνθρωπον, ἐκ σώματος καὶ ψυχῆς τῆς ζωτικῆς καὶ αὖ πάλιν ἐκ τῆς λογικῆς, ἣν νοῦν προσαγορεύει. Ἡ δὲ θεία γραφὴ μίαν οἶδεν, οὐ δύο ψυχάς· καὶ τοῦτο διδάσκει σαφῶς