Ancient Greek
Page 113
Theodoretus Scr. Eccl. et Theol., Eranistes 113
Not analysed yet
ἡμᾶς ἡ τοῦ πρώτου ἀνθρώπου διάπλασις. "Ἔλαβε, γάρ φησιν, ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." Καὶ μέντοι καὶ ἐν τοῖς εὐαγγελίοις ὁ κύριος τοῖς ἁγίοις εἴρηκε μαθηταῖς· "Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι δυνάμενον ἐν γεέννῃ." Καὶ ὁ θειότατος Μωϋσῆς, τὸν ἀριθμὸν τεθεικὼς τῶν κατεληλυθότων εἰς Αἴγυπτον καὶ εἰρηκὼς μεθ' ὅσων ἕκαστος εἰσελήλυθε φύλαρχος, ἐπήγαγε· "Πᾶσαι αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε," μίαν ἑκάστου τῶν εἰσεληλυθότων ἀριθμήσας ψυχήν. Καὶ ὁ θεῖος ἀπόστολος ἐν Τρωάδι, πάντων ὑπειληφότων τεθνάναι τὸν Εὔτυχον, ἔφη· "Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστι." ΕΡΑΝ. Δέδεικται σαφῶς ὡς μίαν ἕκαστος ἄνθρωπος ἔχει ψυχήν. ΟΡΘ. Ἀλλ' Ἀπολινάριος δύο λέγει, καὶ τὴν μὲν ἄλογον ἀνειληφέναι τὸν θεὸν λόγον, ἀντὶ δὲ τῆς λογικῆς αὐτὸν ἐν σαρκὶ γεγενῆσθαι. Τούτου χάριν ἠρόμην, ποίαν φὴς μετὰ τοῦ σώματος ἀνειλῆφθαι ψυχήν. ΕΡΑΝ. Τὴν λογικὴν ἔγωγέ φημι· τῇ γραφῇ γὰρ ἕπομαι τῇ θείᾳ. ΟΡΘ. Τελείαν τοίνυν ἀναληφθῆναί φαμεν ὑπὸ τοῦ θεοῦ λόγου τὴν τοῦ δούλου μορφήν; ΕΡΑΝ. Τελείαν. ΟΡΘ. Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος ὅλος ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ τοὺς τῆς θείας εἰκόνος ἀπώλεσε χαρακτῆρας, ἠκολούθησε δὲ τῷ γενεάρχῃ τὸ γένος· ἀναγκαίως ὁ δημιουργὸς καινουργῆσαι τὴν ἀμαυρωθεῖσαν εἰκόνα θελήσας, ὅλην τὴν φύσιν ἀναλαβὼν πολλῷ τῶν προτέρων ἀμείνους ἐνετύπωσε χαρακτῆρας. ΕΡΑΝ. Ταῦτα μὲν ἀληθῆ. Ἀξιῶ δὲ πρῶτον ἡμῖν εὐκρινεῖς γενέσθαι τῶν ὀνομάτων τὰς σημασίας, ἵν' ἡ διάλεξις ἀκωλύτως προβαίνῃ, καὶ μηδὲν τῶν ἀμφιβαλλομένων μεταξὺ ζητούμενον διακόπτῃ τὸν λόγον. ΟΡΘ. Ἄριστα εἴρηκας· ἔρου τοίνυν περὶ οὗ ἂν ἐθέλῃς. ΕΡΑΝ. Ἰησοῦν τὸν Χριστὸν τί χρὴ καλεῖν; ἄνθρωπον ἢ θεόν;