Ancient Greek
Page 124
Theodoretus Scr. Eccl. et Theol., Eranistes 124
Not analysed yet
ἀπάτωρ ἁρμόττει καὶ τὸ ἀμήτωρ; πῶς δὲ καὶ τὸ μήτε ἀρχὴν εἰληφέναι τοῦ εἶναι, μήτε λήψεσθαι τέλος; Ὑπὲρ ἀνθρωπείαν γὰρ ταῦτά γε φύσιν. ΕΡΑΝ. Ὑπερβαίνει τῷ ὄντι ταῦτα τῆς φύσεως τῆς ἀνθρωπείας τὰ μέτρα. ΟΡΘ. Τί οὖν; ψευδῆ τὸν ἀπόστολον εἰρηκέναι φήσομεν; ΕΡΑΝ. Μὴ γένοιτο. ΟΡΘ. Πῶς οὖν οἷόν τε καὶ τῷ ἀποστόλῳ προσμαρτυρῆσαι ἀλήθειαν, καὶ τῷ Μελχισεδὲκ προσαρμόσαι τὰ ὑπὲρ φύσιν; ΕΡΑΝ. Ἄγαν ἀσαφὲς τὸ χωρίον, καὶ πολλῆς ὅτι μάλιστα δεόμενον ἀναπτύξεως. ΟΡΘ. Τοῖς προσέχειν ἐθέλουσιν ἐφικτὴ τῆς τῶν ῥητῶν διανοίας ἡ κατανόησις. Εἰρηκὼς γὰρ ὁ θεῖος ἀπόστολος, "Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων," ἐπήγαγεν, "Ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές." Καὶ σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς τοῦ Μελχισεδὲκ ἐν τοῖς ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἀρχέτυπόν ἐστιν ὁ δεσπότης Χριστός, ὁ δέ γε Μελχισεδὲκ εἰκών ἐστι καὶ τύπος τοῦ δεσπότου Χριστοῦ· τὸν γὰρ Μελχισεδὲκ εἶπεν ἀφωμοιωμένον τῷ υἱῷ τοῦ θεοῦ. Σκοπήσωμεν δὲ οὑτωσί· λέγεις ἐσχηκέναι τὸν κύριον κατὰ σάρκα πατέρα; ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Διατί; ΕΡΑΝ. Ἐκ μόνης γὰρ ἁγίας ἐγεννήθη παρθένου. ΟΡΘ. Οὐκοῦν εἰκότως ἀπάτωρ ὠνόμασται; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Λέγεις αὐτὸν κατὰ τὴν θείαν φύσιν ἐσχηκέναι μητέρα; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Ἐκ μόνου γὰρ πρὸ τῶν αἰώνων ἐγεννήθη πατρός. ΕΡΑΝ. Συνωμολόγηται. ΟΡΘ. Τοιγάρτοι καὶ ἀγενεαλόγητος, ὡς ἄρρητον ἔχων τὴν ἐκ πατρὸς γέννησιν, προσηγόρευται. "Τὴν γενεὰν γὰρ αὐτοῦ, φησὶν ὁ προφήτης, τίς διηγήσεται;"