Ancient Greek
Page 125
Theodoretus Scr. Eccl. et Theol., Eranistes 125
Not analysed yet
ΕΡΑΝ. Ἀληθῶς λέγεις. ΟΡΘ. Οὕτω αὐτῷ προσήκει τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν· ἄναρχος γὰρ καὶ ἀνώλεθρος, καὶ συντόμως εἰπεῖν, ἀΐδιος, καὶ τῷ πατρὶ συναΐδιος. ΕΡΑΝ. Ταῦτα μὲν οὕτω κἀμοὶ συνδοκεῖ. Χρὴ δὲ σκοπῆσαι λοιπόν, πῶς ἁρμόττει ταῦτα καὶ τῷ θαυμασίῳ Μελχισεδέκ. ΟΡΘ. Ὡς εἰκόνι καὶ τύπῳ· ἡ δὲ εἰκών, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ πάντα ἔχει ὅσα τὸ ἀρχέτυπον ἔχει. Τῷ μὲν οὖν σωτῆρι ταῦτα προσήκει φύσει καὶ ἀληθείᾳ· τῷ δέ γε Μελχισεδὲκ ἡ τῆς ἀρχαιογονίας ἱστορία προσήρμοσε ταῦτα. Διδάξασα γὰρ ἡμᾶς τοῦ πατριάρχου Ἀβραὰμ τὸν πατέρα, τοῦ δὲ Ἰσαὰκ καὶ τὸν πατέρα καὶ τὴν μητέρα, καὶ τοῦ Ἰακὼβ ὡσαύτως, καὶ τῶν τούτου παίδων, καὶ μέντοι καὶ τῶν πρόπαλαι γενομένων τὴν γενεαλογίαν ἐπιδείξασα, τοῦ Μελχισεδὲκ οὔτε τὸν πατέρα εἴρηκεν οὔτε τὴν μητέρα, οὔτε μὴν ἔκ τινος τῶν Νῶε παίδων κατάγειν τὸ γένος ἐδίδαξεν, ἵνα γένηται τοῦ ἀληθῶς ἀμήτορος καὶ ἀπάτορος τύπος. Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος· ἐν αὐτῷ γὰρ τῷ χωρίῳ καὶ ταῦτα προστέθεικεν· "Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τὸν Ἀβραὰμ ἀποδεδεκάτωκε, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ηὐλόγηκεν." ΕΡΑΝ. Καὶ ἐπειδὴ τῶν γεγεννηκότων αὐτὸν οὐκ ἐμνημόνευσεν ἡ θεία γραφή, ἀπάτωρ δύναται καὶ ἀμήτωρ καλεῖσθαι; ΟΡΘ. Εἰ ἀληθῶς ἀπάτωρ ἦν καὶ ἀμήτωρ, οὐκ ἂν ἦν εἰκών, ἀλλ' ἀλήθεια. Ἐπειδὴ δὲ οὐ φύσει ταῦτ' ἔχει, ἀλλὰ κατὰ τὴν τῆς θείας γραφῆς οἰκονομίαν, δείκνυσι τῆς ἀληθείας τὸν τύπον. ΕΡΑΝ. Χρὴ τὴν εἰκόνα ἔχειν ἐναργεῖς τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας. ΟΡΘ. Ὁ ἄνθρωπος εἰκὼν καλεῖται θεοῦ; ΕΡΑΝ. Οὐκ ἔστιν εἰκὼν θεοῦ, ἀλλὰ κατ' εἰκόνα θεοῦ ἐγένετο. ΟΡΘ. Ἄκουσον οὖν τοῦ ἀποστόλου λέγοντος· "Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων." ΕΡΑΝ. Ἔστω εἰκὼν θεοῦ. ΟΡΘ. Ἐχρῆν τοίνυν, κατὰ τὸν σὸν λόγον, σώζειν αὐτὸν ἐναργεῖς