Ancient Greek
Page 128
Theodoretus Scr. Eccl. et Theol., Eranistes 128
Not analysed yet
ΟΡΘ. Τὴν δὲ οἰκονομίαν ἀληθῆ φαμεν, ἢ φαντασιώδη τινὰ καὶ ψευδῆ; ΕΡΑΝ. Ἀληθῆ. ΟΡΘ. Εἰ τοίνυν ἀληθὴς τῆς οἰκονομίας ἡ χάρις, τὴν ἐνανθρώπησιν δὲ τοῦ θεοῦ λόγου καλοῦμεν οἰκονομίαν, ἀληθὲς ἄρα καὶ τὸ ἄνθρωπος ὄνομα· φύσιν γὰρ ἀνθρωπείαν ἀναλαβὼν ἐχρημάτισεν ἄνθρωπος. ΕΡΑΝ. Πρὸ τοῦ πάθους ἐκαλεῖτο ἄνθρωπος· μετὰ δὲ τὸ πάθος οὐκ ἔτι. ΟΡΘ. Καὶ μὴν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἔγραψε Τιμοθέῳ τὴν ἐπιστολὴν ὁ θεῖος ἀπόστολος, ἐν ᾗ τὸν σωτῆρα Χριστὸν προσηγόρευσεν ἄνθρωπον. Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐν Ἀθήναις δημηγορῶν ἄνδρα κέκληκε. Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν Κορινθίοις γράφων βοᾷ· "Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις τῶν νεκρῶν." Καὶ διδάσκων σαφέστερον περὶ τίνος λέγει, ἐπήγαγεν· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ὁ θεῖος Πέτρος Ἰουδαίοις διαλεγόμενος ἄνδρα αὐτὸν προσηγόρευσε. Μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁ καλλίνικος Στέφανος καταλευόμενος ἔφη τοῖς Ἰουδαίοις· "Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ." Μὴ τοίνυν ἡμᾶς αὐτοὺς σοφωτέρους νομίσωμεν τῶν μεγάλων κηρύκων τῆς ἀληθείας. ΕΡΑΝ. Οὐ σοφώτερον ἐμαυτὸν τῶν ἁγίων διδασκάλων ὑπείληφα, ἀλλ' οὐχ εὑρίσκω τὴν τοῦ ὀνόματος χρείαν. ΟΡΘ. Τοὺς οὖν ἀρνουμένους τοῦ κυρίου τὴν ἀνθρωπότητα, Μαρκιωνιστάς φημι, καὶ Μανιχαίους, καὶ τοὺς ἄλλους, ὅσοι ταύτην νοσοῦσι τὴν νόσον, πῶς ἂν πείσαις ὁμολογῆσαι τῆς ἀληθείας τὸ κήρυγμα; οὐ ταύτας καὶ τὰς τοιαύτας μαρτυρίας προσφέρων, καὶ διδάσκων ὡς οὐ μόνον θεός, ἀλλὰ καὶ ἄνθρωπος ὁ δεσπότης Χριστός; ΕΡΑΝ. Ἴσως τούτοις ἀνάγκη ταῦτα προσφέρειν. ΟΡΘ. Τοὺς δέ γε πιστοὺς τί δήποτε μὴ διδάσκεις τοῦ δόγματος