Ancient Greek
Page 127
Theodoretus Scr. Eccl. et Theol., Eranistes 127
Not analysed yet
ΟΡΘ. Κατὰ μὲν οὖν τὰ θεοπρεπῆ ταῦτα καὶ ὄντως θεῖα, τύπος ὁ Μελχισεδὲκ τοῦ δεσπότου Χριστοῦ· κατὰ δέ γε τὴν ἀρχιερωσύνην, ἥτις ἀνθρώποις μᾶλλον ἢ θεῷ προσήκει, ὁ δεσπότης Χριστὸς ἀρχιερεὺς γέγονε κατὰ τὴν τάξιν Μελχισεδέκ. Καὶ γὰρ ἐκεῖνος ἐθνῶν ὑπῆρχεν ἀρχιερεύς· καὶ ὁ δεσπότης Χριστὸς ὑπὲρ ἁπάντων ἀνθρώπων τὴν παναγίαν καὶ σωτήριον θυσίαν προσήνεγκεν. ΕΡΑΝ. Πολλοὺς περὶ τούτου κατηναλώσαμεν λόγους. ΟΡΘ. Ἐδεῖτο καὶ πλειόνων, ὡς οἶσθα· δυσνόητον γὰρ ἔφησθα τὸ χωρίον. ΕΡΑΝ. Ἐπὶ τὸν προκείμενον ἐπανέλθωμεν λόγον. ΟΡΘ. Τί δὲ ἦν ἡμῖν τὸ ζητούμενον; ΕΡΑΝ. Ἐμοῦ λέγοντος, μὴ χρῆναι καλεῖν ἄνθρωπον τὸν Χριστόν, ἀλλὰ μόνον θεόν, πολλάς γε ἄλλας αὐτὸς μαρτυρίας παρήγαγες, καὶ δὴ καὶ τὴν ἀποστολικὴν ῥῆσιν ἐκείνην, ἣν Τιμοθέῳ γράφων τέθεικεν· "Εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων." ΟΡΘ. Ἀνεμνήσθην πόθεν εἰς τήνδε τὴν παρέκβασιν ἐξεκλίναμεν. Ἐμοῦ γὰρ εἰρηκότος ὡς καὶ αὐτὸ τὸ τοῦ μεσίτου ὄνομα τοῦ σωτῆρος ἡμῶν τὰς δύο φύσεις παραδηλοῖ, αὐτὸς ἔφησθα καὶ Μωϋσέα κεκλῆσθαι μεσίτην, ἄνθρωπος δὲ μόνον ἐκεῖνος ἐτύγχανεν ὤν, οὐ θεὸς καὶ ἄνθρωπος. Τούτου δὴ χάριν ἠναγκάσθην ταῦτα διεξελθεῖν, ἵνα δείξω τὸν τύπον οὐ πάντα ἔχοντα ὅσα τὸ ἀρχέτυπον ἔχει. Εἰπὲ τοίνυν, εἰ συνομολογεῖς χρῆναι καὶ ἄνθρωπον ὀνομάζεσθαι τὸν σωτῆρα Χριστόν. ΕΡΑΝ. Ἐγὼ θεὸν αὐτὸν καλῶ· θεοῦ γάρ ἐστιν υἱός. ΟΡΘ. Εἰ θεὸν αὐτὸν καλεῖς, ἐπειδὴ θεοῦ αὐτὸν ἐδιδάχθης υἱόν, κάλει καὶ ἄνθρωπον· υἱὸν γὰρ ἀνθρώπου πολλάκις ἑαυτὸν προσηγόρευσεν. ΕΡΑΝ. Οὐχ ἁρμόττει αὐτῷ τὸ ἄνθρωπος ὄνομα, ὡς τὸ θεὸς ὄνομα. ΟΡΘ. Ὡς οὐκ ὂν ἀληθές, ἢ δι' ἑτέραν αἰτίαν; ΕΡΑΝ. Τὸ θεὸς ὄνομα τῆς φύσεως ὄνομα· τὸ δὲ ἄνθρωπος τῆς οἰκονομίας πρόσρημα.