Ancient Greek
Page 134
Theodoretus Scr. Eccl. et Theol., Eranistes 134
Not analysed yet
οὐ προϋπῆρχε τῆς λήψεως καὶ τῆς ἑνώσεως· ταὐτὸ μὲν πρᾶγμα σημαίνουσι σάρκωσίς τε καὶ ἕνωσις· μία δὲ ἄρα φύσις πρὸ τῆς ἑνώσεως ἤγουν σαρκώσεως ἦν, μετὰ δέ γε τὴν ἕνωσιν δύο λέγειν προσήκει, τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. ΕΡΑΝ. Ἐκ δύο φύσεων λέγω τὸν Χριστόν, δύο δὲ φύσεις οὐ λέγω. ΟΡΘ. Ἑρμήνευσον ἡμῖν, πῶς τὸ ἐκ δύο φύσεων λέγεις, ὡς τὸν χρυσόπαστον ἄργυρον, ὡς τὴν τοῦ ἠλέκτρου κατασκευήν, ὡς τὴν κόλλην τὴν ἐκ μολίβδου καὶ κασσιτέρου κεραννυμένην; ΕΡΑΝ. Οὐδενὶ τούτων ἐοικέναι τήνδε λέγω τὴν ἕνωσιν· ἄρρητός τε γάρ ἐστι καὶ ἄφραστος καὶ πάντα νοῦν ὑπερβαίνουσα. ΟΡΘ. Ὁμολογῶ κἀγὼ μὴ ἐφικτὸν εἶναι τὸν τῆς ἑνώσεως λόγον. Ὅτι δέ γε φύσις ἑκατέρα καὶ μετὰ τὴν ἕνωσιν μεμένηκεν ἀκραιφνής, παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς. ΕΡΑΝ. Καὶ ποῦ τοῦτο ἐδίδαξεν ἡ θεία γραφή; ΟΡΘ. Πᾶσα ταύτης ἐστὶ τῆς διδασκαλίας ἀνάπλεως. ΕΡΑΝ. Δὸς ὧν λέγεις τὰς ἀποδείξεις. ΟΡΘ. Σὺ γὰρ οὐχ ὁμολογεῖς φύσεως ἑκατέρας τὰ ἴδια; ΕΡΑΝ. Μετὰ τὴν ἕνωσιν οὐδαμῶς. ΟΡΘ. Τοῦτο τοίνυν αὐτὸ παρὰ τῆς θείας διδαχθῶμεν γραφῆς. ΕΡΑΝ. Ἐγὼ πείθομαι τῇ θείᾳ γραφῇ. ΟΡΘ. Ὅταν τοίνυν ἀκούσῃς Ἰωάννου τοῦ θεσπεσίου βοῶντος· "Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος·" καί· "Πάντα δι' αὐτοῦ ἐγένετο," καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, τὴν σάρκα λέγεις ἐν ἀρχῇ πρὸς τὸν θεὸν εἶναι, καὶ φύσει θεὸν εἶναι, καὶ πάντα πεποιηκέναι, ἢ τὸν θεὸν λόγον τὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον; ΕΡΑΝ. Τῷ μὲν θεῷ λόγῳ ταῦτα προσήκειν φημί· οὐ χωρίζω δὲ αὐτὸν τῆς ἡνωμένης σαρκός. ΟΡΘ. Οὔτε χωρίζομεν τοῦ θεοῦ λόγου τὴν σάρκα, οὔτε σύγχυσιν ποιοῦμεν τὴν ἕνωσιν. ΕΡΑΝ. Ἐγὼ μίαν οἶδα μετὰ τὴν ἕνωσιν φύσιν. ΟΡΘ. Οἱ εὐαγγελισταὶ τὰ εὐαγγέλια πηνίκα συνέγραψαν; πρὸ τῆς ἑνώσεως ἢ μετὰ πλεῖστον τῆς ἑνώσεως χρόνον; ΕΡΑΝ. Δῆλον ὅτι μετὰ τὴν ἕνωσιν καὶ τὴν γέννησιν καὶ τὰ θαύ-