Ancient Greek
Page 135
Theodoretus Scr. Eccl. et Theol., Eranistes 135
Not analysed yet
ματα καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν καὶ τὴν τοῦ παναγίου πνεύματος ἐπιφοίτησιν. ΟΡΘ. Ἄκουσον τοίνυν τοῦ μὲν Ἰωάννου λέγοντος· "Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν," καὶ τὰ ἑξῆς· τοῦ δὲ Ματθαίου· "Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ," καὶ τὰ ἑξῆς. Καὶ ὁ Λουκᾶς δὲ αὐτὸν ἐξ Ἀβραὰμ καὶ Δαβὶδ ἐγενεαλόγησε. Προσάρμοσον τοίνυν ταῦτα κἀκεῖνα φύσει μιᾷ. Ἀλλ' οὐκ ἂν δύναιο· ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι, τὸ ἐξ Ἀβραὰμ εἶναι, καὶ τῷ πάντα πεποιηκέναι τὸ κτιστὸν τὸν πρόγονον ἐσχηκέναι. ΕΡΑΝ. Ταῦτα λέγων εἰς δύο πρόσωπα τὸν μονογενῆ μερίζεις υἱόν. ΟΡΘ. Ἕνα μὲν υἱὸν τοῦ θεοῦ καὶ οἶδα καὶ προσκυνῶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τῆς δὲ θεότητος καὶ τῆς ἀνθρωπότητος τὴν διαφορὰν ἐδιδάχθην. Σὺ δέ γε ὁ μίαν λέγων μετὰ τὴν ἕνωσιν γεγενῆσθαι φύσιν, προσάρμοσον ταύτῃ τὰ τῶν εὐαγγελίων προοίμια. ΕΡΑΝ. Ὡς ἔοικεν, ἰσχυρὰν ἄγαν καὶ ἴσως ἀμήχανον ὑπολαμβάνεις τὴν πρότασιν. ΟΡΘ. Ἔστω σοι ῥᾳδία καὶ εὐπετής, μόνον ἡμῖν τὸ ζητούμενον λῦσον. ΕΡΑΝ. Ἀμφότερα τῷ δεσπότῃ προσήκει Χριστῷ, καὶ τὸ ἐν ἀρχῇ εἶναι καὶ τὸ ἐξ Ἀβραὰμ καὶ Δαβὶδ κατὰ σάρκα βλαστῆσαι. ΟΡΘ. Μίαν μετὰ τὴν ἕνωσιν χρῆναι λέγειν ἐνομοθέτησας φύσιν· τὸν οἰκεῖον τοίνυν μὴ παραβῇς νόμον μεμνημένος σαρκός. ΕΡΑΝ. Καὶ δίχα τοῦ μνημονεῦσαι σαρκὸς λῦσαι τὴν πρότασιν εὐπετές· ἀμφότερα γὰρ τῷ σωτῆρι προσαρμόττω Χριστῷ. ΟΡΘ. Κἀγὼ καὶ ταῦτα κἀκεῖνα προσήκειν φημὶ τῷ δεσπότῃ Χριστῷ, ἀλλὰ δύο φύσεις ἐν αὐτῷ θεωρῶν, καὶ ἑκατέρᾳ προσνέμων τὰ πρόσφορα. Εἰ δὲ μία φύσις ἐστὶν ὁ Χριστός, πῶς οἷόν τε αὐτῇ προσαρμόσαι τὰ ἐναντία; Ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι τὸ ἐξ Ἀβραὰμ καὶ Δαβὶδ τὴν ἀρχὴν εἰληφέναι, μᾶλλον δὲ πολλοστῇ γενεᾷ μετὰ τὸν Δαβὶδ γεννηθῆναι. Ἐναντίον δὲ πάλιν καὶ τῷ πάντα πεποιηκέναι τὸ