Ancient Greek
Page 138
Theodoretus Scr. Eccl. et Theol., Eranistes 138
Not analysed yet
κτιστῶν καὶ ὁμοδούλων ἡ ἕνωσις· ἐπὶ δὲ τοῦ δεσπότου Χριστοῦ τὸ ὅλον εὐδοκίας ἐστί, καὶ φιλανθρωπίας καὶ χάριτος. Πλὴν καὶ φυσικῆς ἐνταῦθα τῆς ἑνώσεως οὔσης, ἀκέραια μεμένηκε τὰ τῶν φύσεων ἴδια. ΕΡΑΝ. Εἰ διέμεινεν ἀμιγῆ τὰ τῶν φύσεων ἴδια, πῶς μετὰ τοῦ σώματος ὀρέγεται τροφῆς ἡ ψυχή; ΟΡΘ. Οὐχ ἡ ψυχὴ τροφῆς ὀριγνᾶται· πῶς γὰρ ἥ γε ἀθάνατος καὶ κρείττων τροφῆς; Ἀλλὰ τὸ σῶμα τὴν ζωτικὴν δύναμιν παρὰ τῆς ψυχῆς κομιζόμενον αἰσθάνεται τῆς ἐνδείας, καὶ προσλαβεῖν τὸ ἐλλεῖπον ἐφίεται· οὕτω καὶ ἀναπαύλης μετὰ πόνον ἱμείρεται, καὶ μετὰ ἐγρήγορσιν ὕπνου, καὶ τῶν ἄλλων ὡσαύτως. Αὐτίκα τοίνυν μετὰ τὴν διάλυσιν τὴν ζωτικὴν οὐκ ἔχον ἐνέργειαν οὐδὲ ὀρέγεται τοῦ ἐλλείποντος, καὶ μὴ προσλάμβανον ὑπομένει φθοράν. ΕΡΑΝ. Ὁρᾷς ὅτι τῆς ψυχῆς ἐστι τὸ πεινῆν καὶ διψῆν, καὶ τὰ τούτοις προσόμοια; ΟΡΘ. Εἰ τῆς ψυχῆς ταῦτα ἦν, καὶ μετὰ τὴν ἀπαλλαγὴν ἂν τοῦ σώματος καὶ τὴν πείναν ὑπέμεινε καὶ τὸ δίψος, καὶ τὰ ἄλλα ὡσαύτως. ΕΡΑΝ. Τίνα οὖν φὴς εἶναι ἴδια τῆς ψυχῆς; ΟΡΘ. Τὸ λογικόν, τὸ ἁπλοῦν, τὸ ἀθάνατον, τὸ ἀόρατον. ΕΡΑΝ. Τίνα δὲ τοῦ σώματος; ΟΡΘ. Τὸ σύνθετον, τὸ ὁρατόν, τὸ θνητόν. ΕΡΑΝ. Ἐκ δὲ τούτων φαμὲν συγκεῖσθαι τὸν ἄνθρωπον; ΟΡΘ. Οὕτω φαμέν. ΕΡΑΝ. Ὁριζόμεθα οὖν τὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν; ΟΡΘ. Ὡμολόγηται. ΕΡΑΝ. Καὶ ἐκ τούτων κἀκείνων αὐτὸν ὀνομάζομεν; ΟΡΘ. Ἀληθές. ΕΡΑΝ. Ὥσπερ τοίνυν οὐ διαιροῦμεν ἐνταῦθα, ἀλλὰ τὸν αὐτὸν καλοῦμεν καὶ λογικὸν καὶ θνητόν· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ προσήκει ποιεῖν, καὶ αὐτῷ προσαρμόττειν τά τε θεῖα τά τε ἀνθρώπινα. ΟΡΘ. Ἡμέτερος οὗτος ὁ λόγος, εἰ καὶ μὴ ἀκριβῶς αὐτὸν ἐξειργάσω. Σκόπησον τοίνυν ὡδί. Ὅταν τὸν περὶ τῆς ἀνθρωπείας ψυχῆς ἐξετάζωμεν λόγον, μόνον τὰ προσήκοντα τῇ ταύτης φύσει καὶ ἐνεργείᾳ φαμέν; ΕΡΑΝ. Μόνα.