Ancient Greek
Page 137
Theodoretus Scr. Eccl. et Theol., Eranistes 137
Not analysed yet
αὐτῷ μετὰ τὴν τροπὴν ἁρμόττει τὰ θεῖα τῶν ὀνομάτων τε καὶ πραγμάτων. ΕΡΑΝ. Ὡμολογήσαμεν πολλάκις ἄτρεπτον εἶναι τὸν θεὸν λόγον. ΟΡΘ. Τοιγαροῦν σάρκα λαβὼν ἐσαρκώθη. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Οὐκοῦν ἄλλη μὲν ἡ σαρκωθεῖσα τοῦ θεοῦ λόγου φύσις, ἄλλη δὲ ἡ τῆς σαρκός, ἣν ἀναλαβοῦσα ἡ θεία τοῦ λόγου φύσις ἐσαρκώθη καὶ ἐνηνθρώπησεν. ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Οὐκοῦν ἐτράπη εἰς σάρκα; ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Εἰ τοίνυν οὐ τραπεὶς ἀλλὰ σάρκα λαβὼν ἐσαρκώθη, ἁρμόττει δὲ αὐτῷ καὶ ταῦτα κἀκεῖνα ὡς σαρκωθέντι θεῷ· τοῦτο γὰρ εἶπας ἀρτίως· οὐ συνεχύθησαν αἱ φύσεις, ἀλλ' ἔμειναν ἀκραιφνεῖς. Οὕτω γὰρ νοοῦντες καὶ τὴν τῶν εὐαγγελιστῶν συμφωνίαν ὀψόμεθα. Τοῦ γὰρ ἑνὸς μονογενοῦς, τοῦ δεσπότου λέγω Χριστοῦ, ὁ μὲν τὰ θεῖα κηρύττει, ὁ δὲ τὰ ἀνθρώπινα. Οὕτω δὲ νοεῖν καὶ αὐτὸς ὁ δεσπότης ἡμᾶς διδάσκει Χριστός· νῦν μὲν γὰρ ἑαυτὸν υἱὸν προσαγορεύει θεοῦ, νῦν δὲ υἱὸν ἀνθρώπου· καὶ ποτὲ μὲν ὡς γεγεννηκυῖαν τὴν μητέρα τιμᾷ, ποτὲ δὲ ὡς δεσπότης ἐπιτιμᾷ· καὶ νῦν μὲν τοὺς υἱὸν Δαβὶδ ὀνομάζοντας ἀποδέχεται, νῦν δὲ διδάσκει τοὺς ἀγνοοῦντας ὡς οὐ μόνον υἱός ἐστιν, ἀλλὰ καὶ κύριος τοῦ Δαβίδ. Καὶ καλεῖ μὲν τὴν Ναζαρὲτ καὶ τὴν Καπερναοὺμ πατρίδα· βοᾷ δὲ πάλιν· "Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι." Παμπόλλων δὲ τοιούτων εὑρήσεις ἀνάπλεω τὴν θείαν γραφήν. Ταῦτα δὲ οὐ μιᾶς φύσεως, ἀλλὰ δύο δηλωτικά. ΕΡΑΝ. Ὁ δύο φύσεις ἐν τῷ Χριστῷ θεωρῶν εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα μονογενῆ. ΟΡΘ. Οὐκοῦν καὶ τὸν Παῦλον ἐκ ψυχῆς λέγων καὶ σώματος δύο Παύλους τὸν ἕνα Παῦλον ἀπέφηνας. ΕΡΑΝ. Ἀπεοικὸς τὸ παράδειγμα. ΟΡΘ. Οἶδα κἀγώ. Ἐνταῦθα γὰρ φυσικὴ τῶν ὁμοχρόνων καὶ