Ancient Greek
Page 154
Theodoretus Scr. Eccl. et Theol., Eranistes 154
Not analysed yet
Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου λόγου τῆς αὐτῆς πραγματείας. Διὸ πάλιν ἐν τῇ ἐπιστολῇ φησι· "Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς Χριστός, ἐκ τοῦ θεοῦ γεγέννηται," ἕνα καὶ τὸν αὐτὸν εἰδὼς Ἰησοῦν Χριστόν, ᾧ ἠνοίχθησαν αἱ πύλαι τοῦ οὐρανοῦ διὰ τὴν ἔνσαρκον ἀνάληψιν αὐτοῦ, ὃς καὶ ἐν τῇ αὐτῇ σαρκὶ ἐν ᾗ καὶ ἔπαθεν ἐλεύσεται, τὴν δόξαν ἀποκαλύπτων τοῦ πατρός. Τοῦ αὐτοῦ ἐκ τοῦ δ' λόγου τῶν εἰς τὰς αἱρέσεις. Καθὼς Ἡσαΐας φησί, "Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ." Εἰς ὅλην οὖν τὴν οἰκουμένην τοῦ καρποῦ αὐτοῦ διασπαρέντος, εἰκότως ἐγκατελείφθη, καὶ ἐκ μέσου ἐγένετο, τὰ ποτὲ μὲν καρποφορήσαντα καλῶς· ἐξ αὐτῶν γὰρ τὸ κατὰ σάρκα ὁ Χριστὸς ἐκαρποφορήθη καὶ οἱ ἀπόστολοι· νῦν δὲ μηκέτι εὔθετα ὑπάρχοντα πρὸς καρποφορίαν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀνακρίνει δὲ καὶ τοὺς Ἐβιωναίους· πῶς δύνανται σωθῆναι, εἰ μὴ ὁ θεὸς ἦν ὁ τὴν σωτηρίαν αὐτῶν ἐπὶ τῆς γῆς ἐργασάμενος; ἢ πῶς ἄνθρωπος χωρήσει εἰς θεόν, εἰ μὴ ὁ θεὸς ἐχωρήθη εἰς ἄνθρωπον; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οἱ τὸν ἐκ τῆς παρθένου Ἐμμανουὴλ κηρύττοντες τὴν ἕνωσιν τοῦ λόγου τοῦ θεοῦ πρὸς τὸ πλάσμα αὐτοῦ ἐδήλουν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Οὐ γὰρ δοκήσει ταῦτα, ἀλλ' ἐν ὑποστάσει ἀληθείας ἐγίνετο. Εἰ δὲ μὴ ὢν ἄνθρωπος ἐφαίνετο ἄνθρωπος, οὔτε ὃ ἦν ἐπ' ἀληθείας ἔμεινε, πνεῦμα θεοῦ· ἐπεὶ ἀόρατον τὸ πνεῦμα· οὔτε ἀλήθειά τις ἦν ἐν αὐτῷ· οὐ γὰρ ἦν ἐκεῖνα ἅπερ ἐφαίνετο. Προείπομεν δὲ ὅτι Ἀβραὰμ καὶ οἱ λοιποὶ προφῆται προφητικῶς αὐτὸν ἔβλεπον, τὸ μέλλον ἔσεσθαι δι' ὄψεως προφητεύοντες. Εἰ οὖν καὶ νῦν τοιοῦτος ἐφάνη, μὴ ὢν ὅπερ ἐφαίνετο, προφητική τις ὀπτασία γέγονε τοῖς ἀνθρώποις, καὶ δεῖ καὶ ἄλλην ἐκδέχεσθαι παρουσίαν αὐτοῦ, ἐν ᾗ τοιοῦτος ἔσται, οἷος νῦν ὁρᾶται προφητικῶς. Ἀπεδείξαμεν δέ, ὅτι τὸ αὐτό ἐστι δοκήσει λέγειν πεφηνέναι, καὶ οὐδὲν ἐκ τῆς Μαρίας εἰληφέναι. Οὐδὲ γὰρ ἦν ἀληθῶς σάρκα καὶ αἷμα ἐσχηκώς, δι' ὧν ἡμᾶς ἐξηγοράσατο, εἰ μὴ τὴν ἀρχαίαν πλάσιν