Ancient Greek
Page 155
Theodoretus Scr. Eccl. et Theol., Eranistes 155
Not analysed yet
τοῦ Ἀδὰμ εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο. Μάταιοι οὖν οἱ ἀπὸ Βαλεντίνου, τοῦτο δογματίζοντες, ἵνα ἐκβάλωσι τὴν ζωὴν τῆς σαρκός. Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος. Ἐκ τοῦ λόγου τοῦ εἰς τὴν τῶν ταλάντων διανομήν. Τούτους δὲ καὶ τοὺς ἑτεροδόξους φήσειεν ἄν τις γειτνιᾶν, σφαλλομένους παραπλησίως. Καὶ γὰρ κἀκεῖνοι, ἤτοι ψιλὸν ἄνθρωπον ὁμολογοῦσι πεφηνέναι τὸν Χριστὸν εἰς τὸν βίον, τῆς θεότητος αὐτοῦ τὸ τάλαντον ἀρνούμενοι, ἤτοι τὸν θεὸν ὁμολογοῦντες, ἀναίνονται πάλιν τὸν ἄνθρωπον, πεφαντασιωκέναι διδάσκοντες τὰς ὄψεις αὐτῶν τῶν θεωμένων, ὡς ἄνθρωπον οὐ φορέσαντα ἄνθρωπον, ἀλλὰ δόκησίν τινα φασματώδη μᾶλλον γεγονέναι, οἷον ὥσπερ Μαρκίων καὶ Οὐαλεντῖνος καὶ οἱ Γνωστικοὶ τῆς σαρκὸς ἀποδιασπῶντες τὸν λόγον, τὸ ἓν τάλαντον ἀποβάλλονται, τὴν ἐνανθρώπησιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς. Ἀπαρχὴν οὖν τοῦτον λέγει τῶν κεκοιμημένων, ἅτε πρωτότοκον τῶν νεκρῶν. Ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι, ὅτι τοῦτο ἦν τὸ ἐγηγερμένον, ὅπερ ἦν καὶ ἀποθνῇσκον, δισταζόντων τῶν μαθητῶν, προσκαλεσάμενος τὸν Θωμᾶν ἔφη, "Δεῦρο, ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἑλκανᾶν καὶ τὴν Ἄνναν. Καὶ διὰ τοῦτο τρεῖς καιροὶ τοῦ ἐνιαυτοῦ προετυποῦντο εἰς αὐτὸν τὸν σωτῆρα, ἵνα τὰ προφητευθέντα περὶ αὐτοῦ μυστήρια ἐπιτελέσῃ. Ἐν μὲν τῷ πάσχα, ἵνα ἑαυτὸν ἐπιδείξῃ τὸν μέλλοντα ὡς πρόβατον θύεσθαι καὶ ἀληθινὸν πάσχα δείκνυσθαι, ὡς ὁ ἀπόστολος λέγει, "Τὸ δὲ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός." Ἐν δὲ τῇ πεντηκοστῇ, ἵνα προσημήνῃ τὴν τῶν οὐρανῶν βασιλείαν, αὐτὸς πρῶτος εἰς οὐρανοὺς ἀναβὰς καὶ τὸν ἄνθρωπον δῶρον τῷ θεῷ προσενέγκας. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ᾠδὴν τὴν μεγάλην. Ὁ τὸν ἀπολωλότα ἐκ γῆς πρωτόπλαστον ἄνθρωπον καὶ ἐν δεσμοῖς θανάτου κρατούμενον ἐξ ᾅδου κατωτάτου ἑλκύσας· ὁ ἄνωθεν κατελθὼν καὶ τὸν κάτω εἰς τὰ ἄνω ἀνενέγκας· ὁ τῶν νεκρῶν εὐαγγελιστὴς καὶ τῶν ψυχῶν λυτρωτὴς καὶ ἀνάστασις τῶν τεθαμμένων γινόμενος, οὗτος ἦν ὁ τοῦ νενικημένου ἀνθρώπου γεγενημένος βοηθός, κατ'