Ancient Greek
Page 156
Theodoretus Scr. Eccl. et Theol., Eranistes 156
Not analysed yet
αὐτὸν ὅμοιος αὐτῷ, ὁ πρωτότοκος λόγος τὸν πρωτόπλαστον Ἀδὰμ ἐν τῇ παρθένῳ ἐπισκεπτόμενος· ὁ πνευματικὸς τὸν χοϊκὸν ἐν τῇ μήτρᾳ ἐπιζητῶν· ὁ ἀεὶ ζῶν τὸν διὰ παρακοῆς ἀποθανόντα· ὁ οὐράνιος τὸν ἐπίγειον εἰς τὰ ἄνω καλῶν· ὁ εὐγενὴς τὸν δοῦλον διὰ τῆς ἰδίας ὑπακοῆς ἐλεύθερον ἀποδεῖξαι θέλων· ὁ τὸν εἰς γῆν λυόμενον ἄνθρωπον καὶ βρῶμα ὄφεως γεγενημένον εἰς ἀδάμαντα τρέψας, καὶ τοῦτον ἐπὶ ξύλου κρεμασθέντα κύριον κατὰ τοῦ νενικηκότος ἀποδείξας, καὶ διὰ τοῦτο διὰ ξύλου ἡττηθεὶς Ἀδὰμ νῦν διὰ τοῦ ξύλου νικηφόρος εὑρίσκεται. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οἱ γὰρ τὸν υἱὸν τοῦ θεοῦ ἔνσαρκον νῦν μὴ ἐπιγινώσκοντες, ἐπιγνώσονται αὐτὸν κριτὴν ἐν δόξῃ παραγινόμενον, τὸν νῦν ἐν ἀδόξῳ σώματι ὑβριζόμενον. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ γὰρ οἱ ἀπόστολοι ἐλθόντες εἰς τὸ μνημεῖον τῇ ἡμέρᾳ τῇ τρίτῃ οὐχ εὕρισκον τὸ σῶμα τοῦ Ἰησοῦ· ὃν τρόπον οἱ υἱοὶ τοῦ Ἰσραὴλ τὴν ταφὴν τοῦ Μωϋσέως ἀναβάντες ἐν τῷ ὄρει ἐζήτουν, καὶ οὐχ εὕρισκον. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ βʹ ψαλμοῦ. Οὗτος ὁ προελθὼν εἰς τὸν κόσμον θεὸς καὶ ἄνθρωπος ἐφανερώθη. Καὶ τὸν μὲν ἄνθρωπον αὐτοῦ εὐκόλως ἔστι νοεῖν, ὅτε πεινᾷ καὶ κοπιᾷ, καὶ κάμνων διψᾷ, καὶ δειλιῶν φεύγει, καὶ προσευχόμενος λυπεῖται, καὶ ἐπὶ προσκεφαλαίου καθεύδει, καὶ ποτήριον πάθους παραιτεῖται, καὶ ἀγωνιῶν ἱδροῖ, καὶ ὑπ' ἀγγέλου δυναμοῦται, καὶ ὑπὸ Ἰούδα παραδίδοται, καὶ ἀτιμάζεται ὑπὸ Καϊάφα, καὶ ὑπὸ Ἡρώδου ἐξουθενεῖται, μαστίζεταί τε ὑπὸ Πιλάτου, καὶ ὑπὸ στρατιωτῶν παίζεται, καὶ ὑπὸ Ἰουδαίων ξύλῳ προσπήγνυται, καὶ πρὸς πατέρα βοῶν παρατίθεται τὸ πνεῦμα, καὶ κλίνων κεφαλὴν ἐκπνεῖ, καὶ πλευρὰν λόγχῃ νύσσεται, καὶ σινδόνι ἑλισσόμενος ἐν μνημείῳ τίθεται, καὶ τριήμερος ὑπὸ πατρὸς ἀνίσταται. Τὸ δὲ θεϊκὸν αὐτοῦ πάλιν φανερῶς ἔστιν ἰδεῖν, ὅτε ὑπ' ἀγγέλων προσκυνεῖται, καὶ θεωρεῖται ὑπὸ ποι-