Ancient Greek
Page 169
Theodoretus Scr. Eccl. et Theol., Eranistes 169
Not analysed yet
Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἦ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μὲν ὡς θεός, ἀγνοεῖ δέ, φησίν, ὡς ἄνθρωπος, ἐάν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου. Τὸ γὰρ ἀπόλυτον εἶναι τὴν τοῦ υἱοῦ προσηγορίαν καὶ ἄσχετον, οὐ προσκειμένου τῷ υἱῷ τοῦ τινος, ταύτην δίδωσι τὴν ὑπόνοιαν. Ὥστε τὴν ἄγνοιαν ὑπολαμβάνειν ἐπὶ τὸ εὐσεβέστερον, τῷ ἀνθρωπίνῳ, μὴ τῷ θείῳ ταύτην λογιζόμενος. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης. Ἐκ τοῦ κατηχητικοῦ λόγου. Καὶ τίς τοῦτό φησιν, ὅτι τῇ περιγραφῇ τῆς σαρκός, καθάπερ ἀγγείῳ τινί, τὸ ἄπειρον τῆς θεότητος περιελήφθη; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δὲ ἀνθρώπου ψυχὴ κατὰ τὴν τῆς φύσεως ἀνάγκην συγκεκραμένη τῷ σώματι πανταχοῦ κατ' ἐξουσίαν γίνεται, τίς ἀνάγκη τῇ φύσει τῆς σαρκὸς τὴν θεότητα λέγειν ἐμπεριείργεσθαι; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τί κωλύει θείας φύσεως ἕνωσίν τινα καὶ προσεγγισμὸν γνωρίσαντας πρὸς τὸ ἀνθρώπινον, τὴν θεοπρεπῆ διάνοιαν καὶ ἐν τῷ προσεγγισμῷ διασώσασθαι, πάσης περιγραφῆς ἐκτὸς εἶναι τὸ θεῖον πιστεύοντας, κἂν ἐν ἀνθρώποις ᾖ; Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Εὐνομίου λόγου. Εἰ δὲ ὁ μὲν ἐκ τῆς Μαρίας ἀδελφοῖς διαλέγεται, ὁ δὲ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει· πῶς γὰρ ἂν ἐν ἀδελφοῖς τὸ μονογενὲς διασώζοιτο; Καὶ ὁ εἰπών, "Πνεῦμα ὁ θεός," φησὶ πρὸς τοὺς μαθητὰς ὁ αὐτός, "Ψηλαφήσατέ με," ἵνα δείξῃ ὅτι ψηλαφητὴ μόνη ἡ ἀνθρωπίνη φύσις, ἀναφὲς δὲ τὸ θεῖον. Καὶ ὁ εἰπών, "Πορεύομαι," τοπικὴν διασημαίνει μετάστασιν· ὁ δὲ τὰ πάντα ἐμπεριειληφώς, ἐν ᾧ, καθώς φησιν ὁ ἀπόστολος, ἐκτίσθη πάντα, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω αὑτοῦ ἔχει, ὃ κατά τινα κίνησιν ἢ μεταχώρησιν γίνεται.