Ancient Greek
Page 170
Theodoretus Scr. Eccl. et Theol., Eranistes 170
Not analysed yet
Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. "Τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθείς." Τίς οὖν ὑψώθη; ὁ ταπεινὸς ἢ ὁ ὕψιστος; τί δὲ τὸ ταπεινόν, εἰ μὴ τὸ ἀνθρώπινον; Τί δὲ ἄλλο παρὰ τὸ θεῖόν ἐστιν ὁ ὕψιστος; Ἀλλὰ μὴν ὁ θεὸς ὑψωθῆναι οὐ δεῖται, ὕψιστος ὤν· τὸ ἀνθρώπινον ἄρα ὁ ἀπόστολος ὑψωθῆναι λέγει. Ὑψωθῆναι δὲ διὰ τοῦ κύριος καὶ Χριστὸς γενέσθαι. Οὐκοῦν οὐ τὴν προαιώνιον ὕπαρξιν τοῦ κυρίου διὰ τοῦ ἐποίησε ῥήματος παρίστησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν τοῦ ταπεινοῦ πρὸς τὸ ὑψηλὸν μεταποίησιν, τὴν ἐκ δεξιῶν τοῦ θεοῦ γεγενημένην. Σαφηνίζεται γὰρ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσεβείας μυστήριον. Ὁ γὰρ εἰπών, "Τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθείς," φανερῶς ἐκκαλύπτει τὴν ἀπόρρητον τοῦ μυστηρίου οἰκονομίαν, ὅτι ἡ δεξιὰ τοῦ θεοῦ, ἡ ποιητικὴ τῶν ὄντων πάντων, ἥτις ἐστὶν ὁ κύριος, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ οὗ χωρὶς ὑπέστη τῶν γεγονότων οὐδέν, αὕτη τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ἀνήγαγεν ὕψος διὰ τῆς ἑνώσεως. Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Ὁ πατήρ μου μείζων μού ἐστιν." Διάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου. Οὔτε γὰρ κατὰ ἔκπτωσιν ἐκ θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου θεός. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Μετὰ γὰρ τὴν ἀνάστασιν ὁ κύριος τὰ συναμφότερα δείκνυσι, καὶ ὅτι οὐ τοιοῦτον τὸ σῶμα, καὶ ὅτι τοῦτο τὸ ἀνιστάμενον. Ἀναμνήσθητι τῆς ἱστορίας. Ἦσαν οἱ μαθηταὶ συνειλεγμένοι μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, καὶ τῶν θυρῶν κεκλεισμένων ἔστη μέσος αὐτῶν ὁ κύριος. Οὐδέποτε τοῦτο πρὸ τοῦ πάθους ἐποίησε. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Χριστὸς καὶ πάλαι τοῦτο ποιῆσαι; πάντα γὰρ τῷ θεῷ δυνατά. Ἀλλ'