Ancient Greek
Page 173
Theodoretus Scr. Eccl. et Theol., Eranistes 173
Not analysed yet
Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως. Ἀπὸ λόγου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ῥηθέντος. Καὶ ὁ μὲν δεσπότης σου εἰς οὐρανὸν ἀνήγαγεν ἄνθρωπον, σὺ δὲ οὔτε ἀγορᾶς αὐτῷ μεταδίδως. Καὶ τί λέγω εἰς οὐρανόν; εἰς θρόνον ἐκάθισε βασιλικόν, σὺ δὲ καὶ τῆς πόλεως ἐξελαύνεις. Τοῦ αὐτοῦ εἰς τὴν ἀρχὴν τοῦ μαʹ ψαλμοῦ. Οὐ παύεται Παῦλος μέχρι τῆς σήμερον λέγων, "Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ." Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχήν, ἐκάθισεν "ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." Τί ταύτης ἴσον γενοιτ' ἂν τῆς τιμῆς; Ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν, τοῦ τοσαῦτα προσκεκρουκότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύει τιμῆς. Τοῦ αὐτοῦ περὶ τῆς γλωσσῶν διαιρέσεως. Ἐννόησον γὰρ οἷόν ἐστιν ἰδεῖν τὴν ἡμετέραν φύσιν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύναμιν. Σκόπει δέ μοι καὶ Παύλου σοφίαν, πόσα ὀνόματα ἐπιζητεῖ, ὥστε παραστῆσαι τοῦ θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς τὴν χάριν, οὐδὲ τὸν πλοῦτον ἁπλῶς, ἀλλά, "Τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος ἐν χρηστότητι." Τοῦ αὐτοῦ ἀπὸ δογματικοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρὰ τοῦ Χριστοῦ, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα, οὐ παρῃτήσατο αὐτῷ καὶ τραύματα καὶ τύπον ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς ὑποβαλεῖν, καὶ εἰπεῖν, "Ἐρεύνησον, καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει." Διὰ τοῦτο οὔτε ἐξ ἀρχῆς τελείας ἡλικίας