Ancient Greek
Page 174
Theodoretus Scr. Eccl. et Theol., Eranistes 174
Not analysed yet
τὸν ἄνθρωπον ἀνέλαβεν, ἀλλ' ἠνέσχετο καὶ συλληφθῆναι καὶ τεχθῆναι καὶ γαλακτοτροφηθῆναι, καὶ τοσοῦτον χρόνον ἐπὶ τῆς γῆς διατρίψαι, ἵνα καὶ τῷ μήκει τοῦ χρόνου καὶ τοῖς ἄλλοις ἅπασι τοῦτο αὐτὸ πιστώσηται. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ τῶν ἀνθρώπων διοικοῦσιν. Οὐδὲν ἦν εὐτελέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου. Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως οὗτος ἦν. Ἀλλ' οἱ πόδες ἐγένοντο κεφαλή, καὶ εἰς τὸν θρόνον ἀνηνέχθησαν τὸν βασιλικὸν διὰ τῆς ἀπαρχῆς. Καθάπερ γὰρ ἄνθρωπος φιλότιμός τις καὶ μεγαλόδωρος, ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσί, λαμπρὰν περιβάλλει στολήν, καὶ πρὸς τιμὴν ἄγει τὴν ἀνωτάτω, οὕτω καὶ ὁ θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε. Πάντα ἀπέβαλεν ὅσα εἶχεν ὁ ἄνθρωπος, τὴν παρρησίαν, τὴν πρὸς θεὸν ὁμιλίαν, τὴν ἐν παραδείσῳ διαγωγήν, τὸν ταλαίπωρον βίον ἀντηλλάξατο, καὶ καθάπερ ἐκ ναυαγίου γυμνός, οὕτως ἐξῆλθεν ἐκεῖθεν. Ἀλλ' ὁ θεὸς αὐτὸν δεξάμενος περιέστειλεν εὐθέως, καὶ κατὰ μικρὸν χειραγωγῶν εἰς τὸν οὐρανὸν ἀνήγαγεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλ' ὁ θεὸς μείζονα τῆς ζημίας τὴν ἐμπορίαν ἐποιήσατο, καὶ πρὸς τὸν θρόνον τὸν βασιλικὸν τὴν φύσιν ἀνήγαγε τὴν ἡμετέραν. Καὶ Παῦλος βοᾷ λέγων, "Συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὑτοῦ ἐν τοῖς ἐπουρανίοις." Τοῦ αὐτοῦ εἰς τοὺς τὰ πρῶτα πάσχα νηστεύοντας. Ἀνέῳξε τοὺς οὐρανούς, τοὺς μισουμένους φίλους ἐποίησεν, εἰς τὸν οὐρανὸν ἐπανήγαγεν, ἐν δεξιᾷ τοῦ θρόνου ἐκάθισε τὴν φύσιν τὴν ἡμετέραν, μυρία ἕτερα παρέσχεν ἡμῖν ἀγαθά. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἀνάληψιν λόγου. Τοῦτο οὖν τὸ διάστημα καὶ τὸ ὕψος τὴν φύσιν τὴν ἡμετέραν ἀνήγαγε.