Ancient Greek
Page 176
Theodoretus Scr. Eccl. et Theol., Eranistes 176
Not analysed yet
Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀνάληψιν τοῦ Χριστοῦ. Καθάπερ γὰρ δύο τινῶν ἁψιμαχίᾳ διαστάντων, ἕτερός τις ἐν μέσῳ παρεντεθεὶς λύει τὴν τῶν ἐριζόντων μάχην τε καὶ διχόνοιαν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ὠργίζετο ἡμῖν ὡς θεός, ἡμεῖς δὲ τῆς αὐτοῦ κατεφρονοῦμεν ὀργῆς τὸν φιλάνθρωπον δεσπότην ἀποστρεφόμενοι· καὶ μέσον ἑαυτὸν ἐμβαλὼν ὁ Χριστός, ἑκατέραν φύσιν εἰς φιλίαν συνήγαγε, καὶ τὴν παρὰ τοῦ πατρὸς ἐπικειμένην ἡμῖν αὐτὸς τιμωρίαν ὑπέμεινεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Προσήνεγκε τοίνυν τὰς ἀπαρχὰς τῆς ἡμετέρας φύσεως τῷ πατρί, καὶ τὸ δῶρον αὐτὸς ἐθαύμασεν ὁ πατὴρ διά τε τὴν τοσαύτην ἀξίαν τοῦ προσκομίσαντος καὶ τοῦ προσενεχθέντος τὸ ἄμωμον. Καὶ γὰρ οἰκείαις ἐδέξατο τοῦτο χερσί, καὶ τοῦ θρόνου μέτοχον εἶναι τοῦ οἰκείου πεποίηκε. Καὶ τὸ πλέον, ἐν τῷ τῆς ἑαυτοῦ δεξιᾶς αὐτὸ μέρει καθίδρυσεν. Οὐκοῦν ἐπιγνῶμεν, τίς ἐκεῖνος ὁ ἀκούσας ἐστί, "Κάθου ἐκ δεξιῶν μου·" τίς ἦν ἡ φύσις ἐκείνη πρὸς ἣν εἶπεν, ἔσο τοῦ θρόνου μου κοινωνός; ἐκείνη ἦν ἡ φύσις πρὸς ἣν εἶπεν, "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ." Τοῦ αὐτοῦ μετ' ὀλίγα. Ποίῳ χρήσομαι λόγῳ, ποίοις φθέγξομαι ῥήμασιν, ἀγνοῶ. Ἡ φύσις ἡ σαθρά, ἡ φύσις ἡ εὐτελής, ἡ πάντων ἐλάσσων ἀποδειχθεῖσα, πάντα νενίκηκεν, ὑπερέβαλεν ἅπαντα. Σήμερον ἀνωτέρα γενέσθαι πάντων ἠξίωται, σήμερον ἀπέλαβον ὅπερ ἐπὶ χρόνον πολὺν ἐπεθύμησαν ἄγγελοι, σήμερον ἀρχάγγελοι τῶν ἐπὶ πολὺ ποθουμένων θεαταὶ γενέσθαι δεδύνηνται, καὶ τὴν φύσιν τὴν ἡμῶν ἐν τῷ θρόνῳ τοῦ βασιλέως τῇ δόξῃ τῆς ἀθανασίας ἐκλάμπουσαν κατενόησαν. Τοῦ ἁγίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. Ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου. Ἐν πᾶσιν ἡμῖν ὁ κύριος ὑπογράφει τὸν τῆς εὐσεβείας χαρακτῆρα, καὶ