Ancient Greek
Page 175
Theodoretus Scr. Eccl. et Theol., Eranistes 175
Not analysed yet
Βλέπε ποῦ κάτω ἔκειτο, καὶ ποῦ ἄνω ἀνέβη. Οὔτε καταβῆναι ἦν κατώτερον οὗ κατέβη ὁ ἄνθρωπος, οὔτε ἀναβῆναι ἀνώτερον οὗ ἀνήγαγεν αὐτὸν πάλιν. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. "Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, φησίν, ἣν προέθετο ἐν αὐτῷ," τουτέστιν, ὃ ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Ὃ δὴ καὶ γέγονεν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Περὶ τούτου φησὶν ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περὶ τοῦ θεοῦ λόγου. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. "Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ." Καὶ πάλιν ὁ Χριστὸς μέσος καὶ τὸ πρᾶγμα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀρχὴ ζῇ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον καὶ ἡμᾶς· ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου. Τί γὰρ ἐπάγει, "Καὶ ἐσκήνωσεν ἐν ἡμῖν;" μονονουχὶ λέγων, μηδὲν ἄτοπον ὑποπτεύσῃς ἀπὸ τοῦ ἐγένετο. Οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. Τὸ δὲ σκηνοῦν οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ· ἀλλ' ἕτερον ἐν ἑτέρῳ σκηνοῖ· ἐπεὶ οὐδ' ἂν εἴη σκήνωσις. Οὐδὲν γὰρ ἐν ἑαυτῷ κατοικεῖ. Ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν. Τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ' ἑνώσεως ἀρρήτου τινὸς καὶ ἀφράστου. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου. Καὶ καθάπερ τις, ἐν μεταιχμίῳ στὰς δύο τινῶν ἀλλήλων διεστηκότων, ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας, ἑκατέρωθεν λαβὼν συνάψειεν, οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν παλαιὰν τῇ καινῇ συνάπτων, τὴν θείαν φύσιν τῇ ἀνθρωπίνῃ, τὰ αὑτοῦ τοῖς ἡμετέροις.