Ancient Greek
Page 183
Theodoretus Scr. Eccl. et Theol., Eranistes 183
Not analysed yet
Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Κἂν εἰ λέγοιτο τυχὸν ἡνῶσθαι σαρκὶ καθ' ὑπόστασιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπράχθαι φαμέν, οὔσης δὲ μᾶλλον ἑκατέρας τοῦθ' ὅπερ ἐστίν. Τοῦ αὐτοῦ ἐκ τοῦ ἀπὸ τῶν Σχολίων. Ἄνθρωπος ὠνόμασται, καίτοι κατὰ φύσιν ὑπάρχων θεός, ὁ ἐκ παρθένου πατρὸς λόγος, ὡς μετεσχηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν. Ὤφθη γὰρ οὕτω τοῖς ἐπὶ γῆς, καὶ οὐ μεθεὶς ὅπερ ἦν, ἀλλ' ἐν προσλήψει γεγονὼς τῆς καθ' ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς ἐνανθρωπήσεως λόγου. Εἷς οὖν ἄρα ἐστὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως θεὸς ἀληθής, καὶ ἐν ἀνθρωπότητι μεμενηκὼς ὅπερ ἦν καὶ ἔστι καὶ ἔσται. Οὐ διαιρετέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις διατηροῦντες αὐτάς. Τοῦ αὐτοῦ μετὰ τὰ ἄλλα. Νόει γὰρ πάντως ὡς ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν, ἡ θεία φύσις ἐν ἀνθρωπότητι, καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν ἦν εἰς ὅπερ οὐκ ἦν. Τὸ γὰρ οἰκεῖν ἑτέρῳ λεγόμενον οὐκ αὐτὸ γέγονεν ὅπερ ἐστὶν ἐν ᾧ κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρῳ. Ἐν δέ γε τῇ φύσει τοῦ λόγου καὶ τῆς ἀνθρωπότητος μόνην ἡμῖν σημαίνει διαφοράν. Εἷς γὰρ ἐξ ἀμφοῖν νοεῖται Χριστός. Οὐκοῦν τὸ ἀσύγχυτον εὖ μάλα τετηρηκώς φησιν ἐν ἡμῖν ἐσκηνωκέναι τὸν λόγον. Ἕνα γὰρ υἱὸν οἶδε μονογενῆ τὸν σάρκα γενόμενον καὶ ἐνανθρωπήσαντα. ΟΡΘ. Ἀκήκοας, ὦ ἀγαθέ, τῶν μεγάλων τῆς οἰκουμένης φωστήρων, καὶ τὰς τῆς διδασκαλίας ἀκτῖνας ἑώρακας· καὶ μεμάθηκας ἀκριβῶς ὡς οὐ μόνον μετὰ τὸν τόκον, ἀλλὰ καὶ μετὰ τὸ σωτήριον