Ancient Greek
Page 184
Theodoretus Scr. Eccl. et Theol., Eranistes 184
Not analysed yet
πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἀσύγχυτον ἔδειξαν. ΕΡΑΝ. Οὐκ ᾤμην αὐτοὺς διαιρεῖν τὰς φύσεις μετὰ τὴν ἕνωσιν, πολλὴν δὲ εὗρον διαιρέσεως ἀμετρίαν. ΟΡΘ. Μανικόν ἐστι καὶ θρασὺ κατὰ τῶν γενναίων ἐκείνων καὶ τῆς πίστεως ἀριστέων τὴν γλῶτταν κινεῖν. Ἵνα δὲ γνῷς ὡς καὶ Ἀπολινάριος ἀσύγχυτον λέγει γεγενῆσθαι τὴν ἕνωσιν, προσοίσω σοι καὶ τὰς τούτου φωνάς. Ἄκουσον τοίνυν αὐτοῦ λέγοντος. Ἀπολιναρίου. Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Ἑνοῦται ἄρα τὰ θεοῦ καὶ σώματος. Δημιουργὸς προσκυνητός, σοφία καὶ δύναμις ὑπάρχων αἰώνιος· ἀπὸ θεότητος ταῦτα. Υἱὸς Μαρίας ἐπ' ἐσχάτου χρόνου τεχθείς, προσκυνῶν θεόν, σοφίᾳ προκόπτων, δυνάμει κραταιούμενος· ταῦτα ἀπὸ σώματος. Τὸ μὲν ὑπὲρ ἁμαρτίας πάθος καὶ ἡ κατάρα παρῆλθεν, καὶ μετέπεσεν εἰς ἀπάθειαν καὶ εὐλογίαν· ἡ δὲ σὰρξ οὐ παρῆλθεν, οὐδὲ παρελεύσεται, οὐδὲ εἰς ἀσώματον μεταβληθήσεται. Καὶ αὖθις μετὰ βραχέα. Οἱ ἄνθρωποι τοῖς ἀλόγοις ζῴοις ὁμοούσιοι κατὰ τὸ σῶμα τὸ ἄλογον, ἑτεροούσιοι δὲ καθὸ λογικοί. Οὕτω καὶ ὁ θεὸς ἀνθρώποις ὁμοούσιος ὢν κατὰ τὴν σάρκα, ἑτεροούσιός ἐστι καθὸ λόγος καὶ θεός. Καὶ ἑτέρωθι δὲ οὕτω φησί. Τῶν συγκιρναμένων αἱ ποιότητες κεράννυνται καὶ οὐκ ἀπόλλυνται, ὥστε τρόπον τινὰ καὶ διίστανται ἀπὸ τῶν συγκερασθέντων, καθάπερ οἶνος ἀπὸ ὕδατος. Οὐδὲ πρὸς σῶμα σύγκρασις, οὐδὲ οἵα σωμάτων πρὸς σώματα, ἀλλ' ἔχουσα καὶ τὸ ἀμιγές, ὥστε καὶ πρὸς τὸ δέον ἑκάστοτε τὴν τῆς θεότητος ἐνέργειαν ἢ ἰδιάζειν ἢ ἐπιμίγνυσθαι, καθὰ γέγονεν ἐπὶ τῆς νηστείας τοῦ κυρίου. Ἐπιμιγνυμένης μὲν τῆς θεότητος κατὰ τὸ ἀπροσδεές, ἡ πεῖνα ἐκωλύετο· οὐκ ἀντιθείσης δὲ τῇ ἐνδείᾳ τὸ ἀπροσδεές, ἡ πεῖνα ἐγένετο πρὸς τὴν τοῦ διαβόλου κατάλυσιν. Εἰ δὲ τῶν σωμάτων ἡ μίξις οὐκ ἠλλάγη πόσῳ μᾶλλον ἡ τῆς θεότητος;