Ancient Greek
Page 197
Theodoretus Scr. Eccl. et Theol., Eranistes 197
Not analysed yet
δεικνὺς δυνατόν. Οὕτω γάρ, φησίν, ἐστὶν ἀληθής, ὡς ἀδύνατον εἶναι ψεῦδος ἐν αὐτῷ γενέσθαι ποτέ. Τὸ δυνατὸν οὖν ἄρα τῆς ἀληθείας διὰ τοῦ ἀδυνάτου σημαίνεται. Τῷ δέ γε μακαρίῳ Τιμοθέῳ γράφων καὶ ταῦτα προστέθεικεν· "Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν, εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς, εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται." Πάλιν οὖν τό, "Οὐ δύναται," τῆς ἀπείρου δυνάμεως ὑπάρχει δηλωτικόν. Καὶ γὰρ ἂν πάντες ἄνθρωποι αὐτὸν ἀρνηθῶσι, φησίν, αὐτὸς θεός ἐστι, καὶ τῆς οἰκείας οὐκ ἐξίσταται φύσεως. Ἀνώλεθρον γὰρ ἔχει τὸ εἶναι. Τοῦτο γὰρ δηλοῖ τό, "Ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται." Οὐκοῦν περιουσίαν ἐμφαίνει δυνάμεως τῆς ἐπὶ τὸ χεῖρον τροπῆς τὸ ἀδύνατον. ΕΡΑΝ. Ἀληθῆ ταῦτα καὶ τοῖς θείοις λογίοις συμβαίνοντα. ΟΡΘ. Εἰ τοίνυν πολλὰ τῷ θεῷ ἀδύνατα, καὶ τοσαῦτα ὁπόσα τῆς φύσεως ἐναντία τῆς θείας, τί δήποτε τὰ ἄλλα πάντα κατὰ φύσιν ἐῶντες, τὸ ἀγαθόν, τὸ δίκαιον, τὸ ἀληθές, τὸ ἀόρατον, τὸ ἀνέφικτον, τὸ ἀπερίγραφον, τὸ ἀΐδιον, καὶ τὰ ἄλλα ὅσα τῷ θεῷ προσεῖναί φαμεν, μόνας τὴν ἀθανασίαν καὶ τὴν ἀπάθειαν τρεπτὰς εἶναί φατε, καὶ τὸ δύνατον τῆς ἀλλοιώσεως ἐπ' αὐτῶν συγχωρεῖτε, καὶ δίδοτε τῷ θεῷ δύναμιν ἀσθενείας δηλωτικήν; ΕΡΑΝ. Τοῦτο παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν. Καὶ γὰρ ὁ θεῖος Ἰωάννης βοᾷ· "Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὅτι τὸν υἱὸν αὑτοῦ τὸν μονογενῆ δέδωκε." Καὶ ὁ θεσπέσιος Παῦλος· "Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ." ΟΡΘ. Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια. Ἀναμνήσθητι δὲ ὧν πολλάκις ὡμολογήσαμεν. ΕΡΑΝ. Ποίων λέγεις; ΟΡΘ. Ὅτι τὸν υἱὸν τοῦ θεοῦ τὸν θεὸν λόγον, οὐκ ἀσώματον ἐπιφανῆναι συνωμολογήσαμεν, ἀλλὰ φύσιν ἀνθρωπείαν τελείαν ἀνειληφότα. ΕΡΑΝ. Συνωμολογήσαμεν ταῦτα. ΟΡΘ. Εἰ τοίνυν καὶ σῶμα καὶ ψυχὴν ἔλαβεν ἀνθρωπείαν, ταύτῃ τοι καὶ υἱὸς ἀνθρώπου προσηγορεύθη.